252
τῶν λόγων παράκλησιν. Οὐ γὰρ δὴ μόνον τὸν τρέφοντα, ἀλλὰ καὶ τὸν εἰσιόντα ὁ Θεὸς ἀμείβεται. Ὅταν γὰρ εἰσελθὼν τρέμουσαν καὶ δεδοικυῖαν τὴν ψυχὴν διαναστήσῃς, παρακαλῶν, βοηθῶν, ὑπισχνούμενος ἀμύνειν, φιλοσοφεῖν παρασκευάζων, οὐ μικρὸν καὶ ἐντεῦθεν λήψῃ τὸν μισθόν. Ἔξω μὲν γὰρ σοῦ τοιαῦτα διαλεγομένου, πολλοὶ καὶ γελάσονται ὑπὸ τῆς πολλῆς τρυφῆς διακεχυμένοι· οἱ δὲ ἐν συμφοραῖς ὄντες, κατεσταλμένης αὐτοῖς τῆς διανοίας, μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ προσέξουσι τοῖς λεγομένοις, καὶ ἐπαινέσονται, καὶ ἔσονται βελτίους. Ἐπεὶ καὶ Παύλου δημηγοροῦντος, Ἰουδαῖοι μὲν πολλάκις κατεγέλων· οἱ δὲ δεσμῶται μετὰ πολλῆς ἐπηκροῶντο τῆς ἡσυχίας. Οὐδὲν γὰρ οὕτως εἰς φιλοσοφίαν ἐπιτηδείαν κατασκευάζει τὴν ψυχὴν ὡς συμφορὰ, καὶ πειρασμὸς, καὶ θλίψις ἐπικειμένη. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, ὅσα μὲν τοὺς ἔνδον ἀγαθὰ, ὅσα δὲ ἡμᾶς αὐτοὺς ἐργασόμεθα, συνεχῶς αὐτοῖς ἀναμιγνύμενοι, καὶ τὰς ἐν ἀγορᾷ διατριβὰς, καὶ τὰς ἀκαίρους ἀσχολίας ἐκεῖ καταναλώσωμεν, ἵνα κἀκείνους κερδάνωμεν, καὶ ἡμᾶς αὐτοὺς εὐφράνωμεν, καὶ τὸν Θεὸν δοξασθῆναι παρασκευάσαντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.335 ΟΜΙΛΙΑ ΞΑʹ. Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν
ἦν. Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκύκλωσαν οὖν αὐ τὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν
ψυχὴν ἡμῶν αἴρεις;»
αʹ. Πᾶσα μὲν ἀρετὴ καλὸν, μάλιστα δὲ ἐπιείκεια καὶ πραότης. Τοῦτο ἀνθρώπους δείκνυσιν ἡμᾶς, τοῦτο τῶν θηρίων διίστησι, τοῦτο τοῖς ἀγγέλοις ἁμιλλᾶσθαι παρασκευάζει. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς συνεχῶς περὶ ταύτης πολλοὺς λόγους ἀναλίσκει τῆς ἀρετῆς, πράους εἶναι καὶ ἐπιεικεῖς κελεύων. Οὐ λόγους δὲ ἀναλίσκει μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τοῦτο παιδεύει· νῦν μὲν ῥαπιζόμενος καὶ φέρων, νῦν δὲ λοιδορούμενος καὶ ἐπιβουλευόμενος, καὶ πάλιν ἐπὶ τοῖς ἐπιβουλεύουσι ἐφιστάμενος. Οἱ γὰρ καὶ δαιμονῶντα καλέσαντες, καὶ Σαμαρείτην, καὶ πολλάκις θελήσαντες ἀνελεῖν, καὶ λιθάσαντες, οὗτοι κυκλώσαντες αὐτὸν ἠρώτων, 59.336 Εἰ σὺ εἶ ὁ Χριστός; Καὶ οὐδὲ οὕτως αὐτοὺς διεκρούετο μετὰ τοσαύτας καὶ τοιαύτας ἐπιβουλὰς, ἀλλὰ μετὰ πολλῆς ἀπεκρίνατο τῆς ἐπιεικείας· μᾶλλον δὲ ἄνωθεν ἀναγκαῖον ἐξετάσαι τὸν λόγον ἅπαντα. Ἐγένετο γὰρ, φησὶ, τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. Τὴν γὰρ ἡμέραν καθ' ἣν ὁ ναὸς ᾠκοδομήθη, ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας, τῆς ἐν τῇ Περσίδι, ταύτην ἦγον μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν ταύτῃ παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ. Λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ. Καὶ οὐκ εἶπε, Τί ζητεῖτε πρός με; δαιμονῶντα ἐκαλέσατε πολλάκις καὶ μαινόμενον, καὶ Σαμαρείτην, καὶ ἀντίθεον εἶναι ἐνομίσατε καὶ πλάνον· καὶ πρώην 59.337 ἐλέγετε, Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· πῶς οὖν ἐξετάζετε καὶ παρ' ἐμοῦ βούλεσθε μαθεῖν, οὗ τὴν μαρτυρίαν ἐκβάλλετε; Ἀλλ' οὐδὲν τούτων εἶπε, καίτοι γε εἰδὼς τὴν γνώμην μεθ' ἧς ἐξήταζον πονηρὰν οὖσαν. Τὸ μὲν γὰρ κυκλῶσαι αὐτὸν καὶ εἰπεῖν, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἐδόκει πόθου τινὸς εἶναι καὶ φιλομαθείας· ἡ δὲ διάνοια, μεθ' ἧς ἠρώτων, διεφθαρμένη τις ἦν καὶ ὕπουλος. Ἐπεὶ γὰρ τὰ μὲν ἔργα οὐκ ἀνεδέξαντο συκοφαντίαν τε καὶ ἐπήρειαν, τοῖς δὲ λόγοις ἐπισκήπτειν εἶχον,