253
χαρακτηρίζοντα, δρόμους ἡμέρας καὶ νυκτὸς εἰκάζοντα, ὁδοιπόρους γῆς καὶ θαλάττης ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν παρεχόμενα. ειδες πῶς εἰς τὸν αἰῶνα τὸ ελεος αὐτοῦ. 1198 Ps 135,10-12 Καὶ πρὸς διάνοιαν δὲ Αἰγύπτου τροπικῶς τοῦ περὶ γῆν κόσμου ὑπάρχοντος, τὰ ταύτης δοκοῦντα πρωτότοκα ἐπ' εὐεργεσίᾳ τοῦ ̓Ισραὴλ ὑπὸ θεοῦ πατάσσεται. παταχθέντων γὰρ τούτων ὁ θεὸν ὁρῶν νοῦς εξω αὐτῆς γίνεται ὑπὸ θεοῦ ποδηγούμενος. ἐξάγει δὲ τὸν ̓Ισραὴλ ὁ θεὸς ἐξ αὐτοῦ τοῦ μεσαιτάτου τῆς ἀλληγορικῆς Αἰγύπτου καλουμένης τῷ λόγῳ καὶ τῇ σοφίᾳ αὐτοῦ, βραχίονος καὶ κραταιᾶς χειρὸς αὐτοῦ ὀνομαζομένης. καὶ περὶ Χριστοῦ δὲ ῥηθείη ταῦτα, ἐπεὶ κατὰ τὴν ἐπιστολὴν ̓Ιούδα ὁ τὸν λαὸν ἐξ Αἰγύπτου σώσας ̓Ιησοῦς ἐστι. κραταιὰν δὲ χεῖρα καὶ ὑψηλὸν βραχίονα ῥητέον τὴν παραδοξοποιὸν ἐνέργειαν καὶ δύναμιν αὐτοῦ. 1199 Ps 135,13-15 Οὐκ εἰς μίαν διαίρεσιν ἀλλ' εἰς πλείονας καταδιεῖλεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἐπὶ τῷ τὸν ̓Ισραὴλ ὡς ἐπὶ ξηρᾶς βαδίζοντα ἐξαχθῆναι ἐκ μέσου αὐτῆς ὑπὸ θεοῦ. παραδέδοται δὲ εἰς δώδεκα διαιρέσεις ἐπὶ τῷ δώδεκα διόδους ειναι, οπως ἑκάστη τοῦ ̓Ισραὴλ φυλὴ ἰδίαν διάβασιν εχουσα διέλθοι. 1200 Ps 135,13-15 Καὶ ταῦτα μὲν κατὰ τὸ ῥητόν· πρὸς δὲ διάνοιαν ὁ τῶν ἀνθρώπων βίος πολλάκις καὶ ἐν τοῖς εμπροσθεν ειρηται θάλασσα, ηνπερ κυμάτων καὶ πολλῆς ἁλμυρότητος καὶ ταραχῆς πεπληρωμένην διοδεύσιμον ἡμῖν ὁ τοῦ θεοῦ λόγος παρέχει, ἀναστελλόμενος καὶ διϊστῶν τὰς ἐκ παθῶν ἐπιθεμένας τρικυμίας ἐπὶ τῷ, ἀναξηρανθέντων τῶν παθῶν πάσης τῆς ὑγρότητος αὐτῶν ὑπὸ θεοῦ κωλυομένης, διοδεύσιμον ἡμῖν γενέσθαι, καταποντιζομένων ἐν αὐτῇ τοῦ νοητοῦ Φαραὼ καὶ πάσης τῆς ἐκ δαιμόνων καὶ πνευμάτων ἀκαθάρτων, συμπληρουμένης δυνάμεως αὐτοῦ ωσπερ εὐτελεστάτην κόνιν ἐκτινάσσοντος αὐτοὺς εἰς αὐτὴν τοῦ θεοῦ. 1201 Ps 135,17-22 Τυγχάνοντας περὶ τὸ ἀπατᾶν δεινοὺς τῷ σοφιστικῶς παρεσκευᾶσθαι, ἐπεὶ ̓Αμορραῖοι ἑρμηνεύονται λαλητοὶ ητοι παραπικραίνοντες καὶ ὁ τούτων βασιλεὺς Σηὼν πειρασμὸς η παροργισμός, τίνας δὲ αλλους παραπικραίνοντας καὶ λαλητοὺς ἡγεῖσθαι ἐχρῆν η τοὺς διὰ σοφιστικῶν λόγων παραπικραίνοντας τοὺς τῆς ἀληθείας ἐχθροὺς καὶ ἐπὶ τῇ πρὸς τὸ ἀπατᾶν παρασκευῇ λαλεῖσθαι καὶ βεβοῆσθαι θέλοντας καὶ πειράζειν καὶ παροργίζειν σκοπὸν εχοντας; ̓Αλλὰ καὶ ἐπεὶ Βασὰν αἰσχύνη ἑρμηνεύεται σύμβολον ουσα τῆς καταισχυνούσης τοὺς πράττοντας κακίας, ἀκολούθως καὶ ὁ ταύτης βασιλεὺς Ωγ σὺν τῷ Σηὼν βασιλεῖ τῶν ̓Αμορραίων πατάσσεται καὶ ἀποκταίνεται, οπως δοθῇ τῷ ̓Ισραὴλ ἡ γῆ αὐτῶν, ην κακῶς ἐκράτουν σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς εξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλὰ ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ αὐτῶν εἰς κατάσχεσιν τῷ ̓Ισραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτήν, δοῦλος γνήσιος τοῦ πάντων αἰτίου τυγχάνων. 1202 Ps 135,23.24 Καὶ ταπεινωθέντων δὲ ἡμῶν δι' ἀτυφίαν, μνημονεύει ἡμῶν καὶ λυτροῦται ἡμᾶς.
1203 Ps 137,2 Γίνεταί μοι ἡ ἐξομολόγησις ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ
σου, ἐπείπερ πολλάκις ἐλεηθεὶς καὶ θεωρήσας τὴν φωτισθεῖσάν μοι παρὰ σοῦ ἀλήθειαν ἐρρύσθην πάσης κακίας καὶ τῆς συγγενοῦς αὐτῆς ἀπάτης, τοῦ ἐλέους σου αφεσίν μοι ἁμαρτημάτων παρέχοντος, τῆς δὲ ἀληθείας σου ἐκτός με πλάνης πάσης ποιούσης. ἀλλ' ἐπείπερ τὸ δοθέν μοι παρὰ σοῦ λόγιον ἐμεγάλυνας ἐξαρτήσας αὐτὸ τῆς σῆς προσηγορίας ὡς σὸν χρηματίσαι λόγιον, προσκυνήσω πρὸς ναὸν τὸν αγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, χάριν ὁμολογῶν ἐπὶ τῷ μεγαλύνεσθαί μοι τὸ λόγιόν σου· τότε γὰρ μεγαλύνεταί μοι, οταν προκόπτων κατ' αὐτὸ ἐπὶ τὸ τελειωθῆναι ἐπείγομαι. 1204 Ps 137,2δ Φέρεται καὶ ἑτέρα γραφὴ λέγουσα Οτι ἐμεγάλυνας ἐπὶ πάντας τὸ ονομα τὸ αγιόν σου. πότε δὲ πληροῦται τοῦτο, η οταν ἐν