253
ἑτέρως ἐξετάζοντες ἢ ὡς εἴρηται, ἀεὶ πεύσεις προσῆγον, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι, καὶ τοῖς ἔργοις οὐδὲν ἐγκαλεῖν δυνάμενοι, λαβήν τινα ἀπὸ τῶν ῥημάτων ἐπεθύμουν εὑρεῖν. ∆ιὰ τοῦτο ἔλεγον, Εἰπὲ ἡμῖν· καίτοι πολλάκις εἶπε. Καὶ γὰρ τῇ Σαμαρείτιδι ἔλεγεν· Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ, Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Κἀκείνοις δὲ εἶπεν, εἰ καὶ μὴ οὕτως, ἀλλὰ δι' ἑτέρων ῥημάτων. Καίτοι γε εἰ νοῦν εἶχον, καὶ ὀρθῶς ἐξετάζειν ἠβούλοντο, διὰ λόγων αὐτὸν ὁμολογῆσαι λοιπὸν ἐκείνων ἦν· διὰ γὰρ τῶν ἔργων αὐτὸς ἐπεδείξατο τοῦτο πολλάκις. Νυνὶ δὲ σκόπει τὸ διεστραμμένον αὐτῶν καὶ φιλόνεικον. Ὅταν μὲν γὰρ δημηγορῇ καὶ διὰ λόγων παιδεύῃ, λέγουσι Τί σημεῖον δεικνύεις; Ὅταν δὲ διὰ τῶν ἔργων παρέχηται τὰς ἀποδείξεις, λέγουσιν αὐτῷ, Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ, τῶν ἔργων βοώντων, ῥήματα ζητοῦντες· καὶ τῶν ῥημάτων διδασκόντων, ἐπὶ τὰ ἔργα καταφεύγουσι, πρὸς τὸ ἐναντίον ἀεὶ ἱστάμενοι. Ὅτι γὰρ οὐ τοῦ μαθεῖν ἕνεκεν ἐζήτουν, τὸ τέλος ἔδειξεν. Ὃν γὰρ οὕτως ἀξιόπιστον εἶναι ἐνόμιζον, ὡς καὶ περὶ ἑαυτοῦ μαρτυροῦντα δέξασθαι, μικρά τινα φθεγξάμενον, εὐθέως ἐλίθασαν, ὥστε καὶ τὸ κυκλῶσαι καὶ τὸ ἐπικεῖσθαι μετὰ πονηρίας ἐγίνετο. Καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως πολλῆς ἔγεμεν ἀπεχθείας. Εἰπὲ γὰρ ἡμῖν παῤῥησίᾳ, εἰ σὺ εἶ ὁ Χριστός. Καίτοι γε μετὰ παῤῥησίας ἅπαντα ἔλεγεν ἐν ταῖς ἑορταῖς ἐπιχωριάζων ἀεὶ, καὶ οὐδὲν κρύφα ἐλάλει· ἀλλὰ διὰ τοῦτο κολακείας προβάλλονται ῥήματα, λέγοντες, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἵνα αὐτὸν ἐκκαλεσάμενοι, πάλιν τινὰ λαβὴν εὕρωσιν. Ὅτι γὰρ πανταχοῦ διὰ τοῦτο ἠρώτων, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα τοῖς λεγομένοις ἐπισκήψωσιν, οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἀλλαχόθεν πολλαχόθεν δῆλόν ἐστι. Καὶ γὰρ ὅτε προσῆλθον ἐρωτῶντες, εἰ Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ· καὶ ὅτε περὶ ἀφέσεως γυναικὸς διελέγοντο· καὶ ὅτε περὶ ἐκείνης ἐπυνθάνοντο, ἣν ἔφασαν ἑπτὰ ἄνδρας ἐσχηκέναι, ἑάλωσαν, οὐκ ἀπὸ φιλομαθείας, ἀλλ' ἀπὸ γνώμης σκαιᾶς πεύσεις αὐτῷ προσάγοντες. Ἀλλ' ἐκεῖ μὲν αὐτοὺς ἐλέγχει λέγων· Τί με πειράζετε, ὑποκριταί; δεικνὺς ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον φθέγγεται, παιδεύων ἡμᾶς μὴ πάντοτε ἐλέγχειν τοὺς ἐπιβουλεύοντας, ἀλλ' ἐπιεικείᾳ καὶ πραότητι πολλὰ φέρειν. Ἐπεὶ οὖν ἀνοίας ἦν, τῶν ἔργων αὐτὸν ἀνακηρυττόντων, τὴν ἀπὸ τῶν λόγων ζητεῖν μαρτυρίαν, ἄκουσον πῶς αὐτοῖς ἀποκρίνεται· ὁμοῦ μὲν αὐτοὺς αἰνιττόμενος ὅτι περισσῶς ταῦτα ἐζήτουν, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν· ὁμοῦ δὲ δηλῶν, ὅτι καὶ τῆς διὰ τῶν ῥημάτων σαφεστέραν ἀφῆκε φωνὴν, τὴν διὰ τῶν ἔργων. Πολλάκις γὰρ, φησὶν, εἶπον ὑμῖν, καὶ οὐ πιστεύετέ μοι· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅπερ καὶ οἱ ἀνεκτότεροι αὐτῶν συνεχῶς πρὸς ἀλλήλους ἔλεγον· Οὐ γὰρ 59.338 δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν· καὶ πάλιν. Οὐ δύναται δαιμόνιον ὀφθαλμοὺς τυφλῶν ἀνοίγειν· καὶ, Οὐδεὶς δύναται σημεῖα τοιαῦτα ποιεῖν, ἐὰν μὴ ᾖ μετ' αὐτοῦ ὁ Θεός. Καὶ θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει, ἔλεγον· Μή τι οὗτός ἐστιν ὁ Χριστός; Ἄλλοι δὲ ἔλεγον, Ὅταν ἔλθῃ ὁ Χριστὸς, μὴ πλείονα σημεῖα ποιήσει ὧν ἐποίησεν οὗτος; Καὶ αὐτοὶ δὲ οὗτοι ἐντεῦθεν ἐβούλοντο πιστεῦσαι αὐτῷ λέγοντες· Τί σημεῖον δεικνύεις ἡμῖν, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν σοι; βʹ. Ἐπεὶ οὖν προσεποιοῦντο τότε ἀπὸ ψιλοῦ πείθεσθαι ῥήματος, οἱ τοσούτοις μὴ πεισθέντες ἔργοις, ἐλέγχει τὴν πονηρίαν αὐτῶν λέγων, ὅτι Εἰ τοῖς ἔργοις οὐ πιστεύετε, πῶς τοῖς ῥήμασι πιστεύσετε; Ὥστε περιττὴ ἡ ἐρώτησις. Ἀλλ' εἶπον ὑμῖν, φησὶ, καὶ οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ἐγὼ μὲν γὰρ τὰ παρ' ἐμαυτοῦ πάντα ἐπλήρωσα, ἃ τὸν ποιμένα ποιῆσαι ἐχρῆν· εἰ δὲ μὴ ἀκολουθεῖτέ μοι, οὐκ ἐπειδὴ οὐκ εἰμὶ ποιμὴν, ἀλλ' ἐπειδὴ ὑμεῖς οὐκ ἐστὲ πρόβατα τὰ ἐμά. Τὰ γὰρ πρόβατα τὰ ἐμὰ, φησὶ, τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθεῖ μοι· καὶ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐδεὶς δύναται ταῦτα ἁρπάσαι ἐκ τῆς χειρός μου. Ὅτι ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστί·