1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

254

τῷ ὀνόματι ̓Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πάσης γλώσσης ἐξομολογουμένης οτι κύριος ̓Ιησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀπαγγέλλοντος τοῦ υἱοῦ τὸ τηνικαῦτα τὴν πατρὸς προσηγορίαν τοῖς γεναμένοις αὐτοῦ ἀδελφοῖς· μόνος γὰρ ουτος ἐλήλυθεν ἐν ὀνόματι τοῦ πατρός, ινα μεγαλυνθῇ ἐπὶ πάντας τὸ ονομα τὸ αγιον τοῦ θεοῦ. Μανθάνομεν λέγειν ἐν εὐχῇ ̔Αγιασθήτω τὸ ονομά σου. ωσπερ δὲ τὸ ἁγιαζόμενον ονομα τοῦ θεοῦ οὐκ ἐκ βεβήλου αγιον γίνεται ἀλλ' ἀποδεικνύμενον τοιοῦτον τυγχάνει, ουτως οὐ κατ' αυξησιν μεγαλύνεται ὡς ἐκ μικροῦ μέγα γενέσθαι, ἀλλὰ φανερουμένης τῆς μεγαλειότητος αὐτοῦ. 1205 Ps 137,3 ̔Ο ἀδιαλήπτως προσευχόμενος καὶ τοῦτο ἐνεργῶν πνεύματι καὶ νῷ, Προσεύξομαι, λέγων, πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ, ἐφ' ἑκάστης ἡμέρας εχει θεὸν ὑπακούοντα, ὑπὲρ ου γέγραπται Εὐχαῖς δὲ δικαίων ὑπακούει, καὶ ̓Οφθαλμοὶ κυρίου ἐπὶ δικαίοις καὶ ωτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ευχεται δὲ θεὸν εχειν κηδεμόνα οὐκ ὀλιγωροῦντα οὐδὲ καταφρονοῦντα αὐτοῦ ἀλλὰ πολυωροῦντα αὐτὸν ἐν τῇ προνοητικῇ αὐτοῦ δυνάμει. 1206 Ps 137,4.5 ∆ιὰ τὸ φρονεῖν τὰ ἐπίγεια καὶ ζητεῖν τὰ κάτω καὶ πρόσκαιρα χρηματίζοντες Λαοὶ τῆς γῆς, περὶ ων ἡ προφητεία ἐνταῦθά φησιν τὴν δ' αἰτίαν τοῦ θέλειν με αὐτοὺς πάντα τὰ ῥήματα τοῦ στόματός σου α ἐλάλησας ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις περὶ τῆς κλήσεως αὐτῶν-εἰ γὰρ καὶ μὴ ἀκροαταὶ τῶν σῶν λογίων εἰσίν, ἀλλ' ουν δυνάμει οσον ἐπὶ τῷ προεγνῶσθαι αὐτῶν τὴν πίστιν ηκουσαν αὐτά. διὸ καὶ βούλομαι φθάσαι ἐπ' αὐτοὺς τῷ ᾳδειν ἐμμελῶς καὶ μουσικῶς ἐν ταῖς ὁδοῖς σου ητοι ταῖς γραφαῖς, ας ὁδεύων τις διὰ μελέτης καὶ εξεως συνεχοῦς ᾳδειν ἐν αὐταῖς ἀπαγγέλλων τὰς ἐξ αὐτῶν νοήσεις. Εἰ δὲ καὶ τὰς ἀρετὰς ὁδοὺς κυρίου λέγει τις, καὶ ταύτας τις ὁδεύων ᾳδει ἐπινικίους ᾠδὰς κατὰ τῶν πάλαι τὴν κακίαν ἐνεργούντων ἐν αὐτοῖς. η ᾳδει ἐν ταῖς ὁδοῖς κυρίου ὁ περὶ ἑκάστης ἐνεργείας ἐναρέτου λόγον εχων ἀποδοῦναι, δι' αὐτῶν τῶν κατ' αὐτὰς πράξεων φωνὴν ἐμμελῆ ἀφιείς. Ταῦτα δὲ πάντα κατορθωθήσεται, ἐπείπερ καὶ μεγάλη ἡ τελεσιουργοῦσα ταῦτα κυρίου δόξα, περὶ ης λέγεται πρὸς τὴν ̔Ιερουσαλὴμ Καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκε, καὶ τὸ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἐπείπερ ὀφθήσεται ἡ δόξα κυρίου. τίς δ' αν ειη αυτη η ὁ σωτήρ, ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ὑπάρχων; Φέρεται ἀντὶ τοῦ Λαοὶ Βασιλεῖς ουτως· ̓Εξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς. καὶ συμφωνίαν γε εχουσιν ἀμφότεραι αἱ λέξεις τῷ ἐπὶ τῷ βασιλεύειν κεκλῆσθαι τοὺς ἐξομολογουμένους τῷ κυρίῳ λαοὺς ἐσομένους βασίλειον ἱεράτευμα καὶ εθνος αγιον· οθεν καὶ πρός τινος αὐτῶν γράφεται Καὶ οφελόν γε ἐβασιλεύσατε, ινα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 1207 Ps 137,6 Οὐ περὶ τοῦ πατρὸς μόνου ἀλλὰ καὶ περὶ τοῦ υἱοῦ ταῦτα λεκτέον κρατοῦντος πάντων τῶν δι' αὐτοῦ γεγενημένων καὶ ἐν αὐτῷ συνεστηκότων ων καὶ πρὸ πάντων ἐστίν· οθεν καὶ ἐπ' αὐτοῦ τέτακται ἡ παντοκράτωρ προσηγορία ὡς ἐν Ζαχαρίᾳ τῷ προφήτῃ. Εἰ καί τινα ουν ἐν οις καθορᾷ ὁ ὑψηλὸς κύριος ταπεινοῖς ὑψηλά ἐστι τῷ οὐρανίῳ η καὶ ετι ὑπεραναβεβηκυίας φύσεως ειναι, ἀλλ' ουν γε καὶ ταῦτα ἀπὸ μακρόθεν γινώσκει πόρρω αὐτοῦ τυγχάνοντα τῇ τῆς ὑπάρξεως ἐξαλλαγῇ. 1208 Ps 137,8a Τούτῳ ομοιον τὸ ἀποστολικὸν εχον ουτως· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· οιδαμεν γὰρ τὸν εἰπόντα ̓Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 1209 Ps 137,8c Τουτέστιν ἡμᾶς τοὺς ἀνθρώπους μὴ παρίδῃς, ἀοράτων ἐχθρῶν φονικῶς διακειμένων καθ' ἡμῶν.

1210 Ps 138,3a Καθ' ην προκόπτων τοῖς εμπροσθεν ἐπεκτείνομαι, μέχρι

φθάσω εἰς τὸ βραβεῖον τῆς ανω κλήσεως. 1211 Ps 138,5 Θαυμαστὸν δὲ οὐδὲν εἰ τὰ κατ' ἐμὲ πάντα εγνως, φησί· καὶ γὰρ τὰ πάντα ἐπίστασαι οὐχ ἁπλῶς αὐτὰ θεωρῶν