254
καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Σκόπει πῶς ἐν τῷ ἀπαγορεύειν προτρέπει εἰς τὴν ἀκολούθησιν αὐτούς. Ὑμεῖς οὐκ ἀκούετέ μου, φησίν· οὐδὲ γάρ ἐστε πρόβατα· οἱ δὲ ἀκολουθοῦντες, οὗτοι τῆς ποίμνης εἰσί. Ταῦτα δὲ ἔλεγεν, ἵνα φιλονεικήσωσι γενέσθαι πρόβατα. Εἶτα εἰπὼν ὧν τεύξονται, παρακνίζει τούτους, ὥστε αὐτοὺς διεγεῖραι καὶ εἰς ἐπιθυμίαν ἐμβαλεῖν. Τί οὖν; εἰ διὰ τὴν δύναμιν τοῦ Πατρὸς οὐδεὶς ἁρπάζει, σὺ δὲ οὐκ ἰσχύεις, ἀλλ' ἀσθενὴς εἶ πρὸς τὴν φυλακήν; Οὐδαμῶς. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, δι' ἐκείνους εἴρηται, ἵνα μὴ πάλιν αὐτὸν ἀντίθεον εἴπωσιν· εἰπὼν, ὅτι Οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου, προϊὼν ἔδειξε τὴν αὐτοῦ χεῖρα καὶ τοῦ Πατρὸς μίαν οὖσαν. Εἰ γὰρ μὴ τοῦτο, ἀκόλουθον ἦν εἰπεῖν, ὅτι Ὁ Πατὴρ, ὃς ἔδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν αὐτὰ ἐκ τῆς χειρός μου. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' Ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Εἶτα, ἵνα μὴ νομίσῃς, ὅτι αὐτὸς μέν ἐστιν ἀσθενὴς, διὰ δὲ τὴν τοῦ Πατρὸς δύναμιν ἐν ἀσφαλείᾳ τὰ πρόβατά ἐστιν, ἐπήγαγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὡσανεὶ ἔλεγεν, Οὐ διὰ τοῦτο εἶπον, ὅτι διὰ τὸν Πατέρα οὐδεὶς αὐτὰ ἁρπάζει, ὡς αὐτὸς ἀσθενῶν τηρῆσαι τὰ πρόβατα. Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· κατὰ τὴν δύναμιν ἐνταῦθα λέγων· καὶ γὰρ περὶ ταύτης ἦν ὁ λόγος ἅπας αὐτῷ. Εἰ δὲ ἡ δύναμις ἡ αὐτὴ, εὔδηλον ὅτι καὶ ἡ οὐσία. Ἐπειδὴ γὰρ μυρία ἐποίουν οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες, ἀποσυναγώγους ποιοῦντες, λέγει, ὅτι πάντα αὐτοῖς εἰκῆ καὶ μάτην μεμηχάνηται. Ἐν γὰρ τῇ χειρὶ τοῦ Πατρός μού ἐστι τὰ πρόβατα, ὥσπερ ὁ προφήτης λέγει· Ἐν τῇ χειρί μου ἐζωγράφησά σου τὰ τείχη. Εἶτα δεικνὺς μίαν οὖσαν τὴν χεῖρα, ποτὲ μὲν αὐτοῦ, ποτὲ δὲ τοῦ Πατρὸς εἶναί φησιν αὐτήν. Χεῖρα δὲ ὅταν ἀκούσῃς, μηδὲν αἰσθητὸν νομίσῃς, ἀλλὰ τὴν δύναμιν, τὴν ἐξουσίαν. Εἰ δὲ διὰ τοῦτο οὐδεὶς ἥρπαζεν, ὅτι αὐτὸν ἐνεδυνάμου, περιττὸν ἦν τὸ ἑξῆς εἰπεῖν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἰ γὰρ ἐλάττων ἦν, πολλῆς τοῦτο τόλμης τὸ ῥῆμα. Οὐδὲν γὰρ ἕτερον ἢ τὸ τῆς δυνάμεως ἰσοστάσιον δείκνυσιν· ὅπερ οὖν καὶ Ἰουδαῖοι συνειδότες, λίθοις 59.339 αὐτὸν ἔβαλ[λ]ον. Ἀλλ' οὐδὲ οὕτω καθεῖλε τὴν δόξαν ταύτην καὶ τὴν ὑπόνοιαν. Καὶ μὴν εἰ κακῶς ὑπώπτευσαν ἐκεῖνοι, ἔδει διορθῶσαι καὶ εἰπεῖν· Τίνος ἕνεκεν ταῦτα ποιεῖτε; οὐκ ἴσην μαρτυρῶν ἐμοὶ καὶ τῷ Πατρὶ δύναμιν ταῦτα εἶπον ἐγώ. Νῦν δὲ πᾶν τοὐναντίον ποιεῖ, καὶ ἵστησι τὴν ὑπόνοιαν, καὶ συγκροτεῖ· καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Οὐ γὰρ ἀπολογεῖται ὑπὲρ τῶν εἰρημένων ὡς κακῶς λεχθέντων, ἀλλὰ καὶ ἐκείνοις ἐπιτιμᾷ, ὡς μὴ τὴν προσήκουσαν δόξαν ἔχουσι περὶ αὐτοῦ. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεὸν, ἄκουσον τί φησιν· Εἰ ἐκείνους εἶπεν ἡ Γραφὴ θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, πῶς ὑμεῖς λέγετε ὅτι βλασφημῶ, ὅτι εἶπον, Υἱὸς Θεοῦ εἰμι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ οἱ χάριτι τοῦτο λαβόντες, οὐκ ἐγκαλοῦνται θεοὺς ἑαυτοὺς καλοῦντες· ὁ τῇ φύσει τοῦτο ἔχων, πῶς ἂν εἴη δίκαιος ἐπιτιμᾶσθαι; Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν, ὕστερον δὲ αὐτὸ κατεσκεύασε, πρότερον χαλάσας καὶ καθυφεὶς τῷ λόγῳ, καὶ εἰπών· Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε· καὶ παραμυθησάμενος αὐτῶν τὸν θυμὸν, τότε ἐπάγει σαφῆ τὴν ἀπόφασιν. Τέως μὲν γὰρ ὥστε δεχθῆναι τὸν λόγον, ταπεινότερον διελέχθη· ὕστερον δὲ ἐπὶ τὸ μεῖζον αὐτὸν ἀνήγαγεν, οὕτως εἰπών· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ οὐ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε. Ὁρᾷς πῶς τοῦτο ὅπερ εἶπον κατασκευάζει, ὅτι εἰς οὐδέν ἐστιν ἐλάττων αὐτοῦ, ἀλλὰ πανταχοῦ ἴσος; Ἐπειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν ἀμήχανον ἦν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταυτότητος τὴν ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται. γʹ. Καὶ τί πιστεύσομεν, εἰπέ; Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐδὲν γὰρ ἄλλο ἐγὼ, ἢ ὅπερ ὁ Πατὴρ, μένων Υἱός· οὐδὲν ἄλλο ἐκεῖνος, ἢ ὅπερ ἐγὼ, μένων Πατήρ. Κἂν ἐμὲ γνῷ τις, τὸν Πατέρα ἔγνω, καὶ τὸν Υἱὸν ἔμαθεν. Εἰ δὲ ἐλάττονα ἦν τὰ τῆς δυνάμεως, καὶ τὰ τῆς γνώσεως διέψευστο. Οὐδὲ γὰρ ἔστιν ἄλλην δι' ἄλλης οὔτε οὐσίαν οὔτε