1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

255

ἀλλὰ καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη αὐτῶν καὶ τὰς αἰτίας δι' ας γέγονε καὶ τί περὶ αὐτὰς εσται μετὰ τὴν κοσμικὴν ποικιλίαν. πάντων ουν τὴν γνῶσιν εχων πλάσας με, τὴν χεῖρά σου ἐπ' ἐμὲ εθηκας, ιν' ῃ πρῶθ' υστερον τὸ λεγόμενον. θεὶς ἐπ' ἐμὲ τὴν χεῖρά σου χοῦν καὶ πηλὸν οντα επλασάς με ανθρωπον, ὡς εκαστον τῶν συνετῶν τοῦτο λέγειν Αἱ χεῖρές σου ἐποίησάν με καὶ επλασάν με, καὶ αλλως Μνήσθητι οτι πηλόν με επλασας. ∆υνατὸν δὲ καὶ ουτω· πλάσας με σὺ οὐκ ἠρκέσθης τῷ πεποιηκέναι με, ἀλλὰ καὶ τὴν χεῖρά σου ἐπ' ἐμὲ ἐπέθηκας ἐπὶ τῷ βελτιοῦν καὶ φρουρεῖν με καὶ ὑψοῦσθαι ὑπ' αὐτῆς. ἀμέλει γοῦν ὁ τὴν δωρεὰν ταύτην ἐπιστάμενος καὶ ἑτέροις συμβουλεύει, Ταπεινώθητε, λέγων, ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ινα ὑψώσῃ ὑμᾶς ἐν καιρῷ, ωστε ὑπ' αὐτὴν ἠσφαλισμένων ὑμῶν μηδεμίαν ἐπήρειαν η ἐπιβουλὴν δύνασθαι γενέσθαι· Οὐδεὶς γὰρ ἁρπάζει ἐκ τῆς χειρὸς τοῦ πατρός. μόνους γὰρ τοὺς ἀπωσθέντας ἀπ' αὐτῆς διαπάσουσιν οἱ ἀόρατοι ἐχθροί. 1212 Ps 138,6 ̓Επιστήσας ὡς πάντων γνῶσιν εχεις εἰς θαυμαστὸν ηλθον. ἀλλ' εἰ καὶ ἐπιστήσας ἐθαύμασά σου τὴν γνῶσιν, ἀλλ' ουν γε ετι θέλοντός μου κατανοεῖν αὐτὴν ὑπὲρ ἐμὲ γεγενημένην κεκραταίωται, ὡς μὴ δυνηθῆναί με πρὸς αὐτήν. τούτῳ συνᾴδει τὸ ἐν τῷ ̓Εκκλησιαστῇ Ειπα Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ ὑπὲρ ο ην, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; ἀλλὰ καὶ ὁ Παῦλος τὰς αὐτὰς ἀφῆκε φωνὰς φάσκων Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. καὶ αὐτὸς ταῦτ' ειπεν, ἐπείπερ οὐ δύναται πρὸς τὴν γνῶσιν τοῦ θεοῦ κραταιωθεῖσαν ὑπὲρ αὐτόν. ∆ύναται καὶ τὸ ἐξ ἐμοῦ προσκείμενον δηλοῦν οτι ἐξ ἐμοῦ καὶ τῶν κατ' ἐμὲ πραγμάτων θαυμαστὴ ἡ γνῶσίς σου ἀνεφάνη μοι· καθὸ κραταιωθείσης αὐτῆς οὐκέτι ἀντισχεῖν η προσβαλεῖν αὐτῇ δυνήσομαι. Εἰ δὲ καὶ περὶ γνώσεως θεοῦ, ης αὐτὸς εχει ὁ αγιος περὶ αὐτοῦ ὡς οιός τέ ἐστι διαλαμβάνων, τὰ προκείμενα διαλέγεται, συνεπισκέψῃ. 1213 Ps 138,7.8 Θεολογήσας τὰ περὶ τοῦ προγνώστην ειναι τὸν θεὸν καὶ πάντων ἐπιστήμην εχειν καὶ σύνεσιν, μέτεισιν ἐπὶ τὸ πανταχοῦ ειναι αὐτὸν εἰπεῖν. φησὶ γοῦν πρὸς αὐτὸν τὸν θεολογούμενον· Εἰ πνεῦμά σου πεπλήρωκε τὴν οἰκουμένην, ποῦ πορευθῆναι ἀπ' αὐτῆς δυνήσομαι; ἀλλ' ἐπεὶ καὶ τὸ πρόσωπόν σου ἐπισκοπεῖ καὶ ἐφορᾷ τὰ ολα, ποῦ φυγεῖν ἀπ' αὐτοῦ δυνήσομαι; ἀνελθὼν γὰρ εἰς οὐρανὸν παρόντος σου λαμβάνων φαντασίαν· αν εἰς τὸν ᾳδην γένωμαι, συνόντα σε βλέπω. εἰ δὲ ἐν οὐρανῷ καὶ ἐν ᾳδῃ ἡ παρουσία σου γνωρίζεται, καὶ ἐν τοῖς μεταξὺ χωρίοις δηλονότι τυγχάνεις· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος, ως φησιν ὁ προφήτης· ἀλλὰ καὶ ἐν αὐτῇ τῇ θαλάσσῃ τοῖς ζητοῦσί σε ἐμφανίζῃ, ὡς ἡ ἑπομένη παρίστησι λέξις. διὸ καὶ τῶν θεολόγων τις πρὸς εκαστον τῶν ἀκροωμένων εφη Καὶ γνώσῃ τῇ διανοίᾳ οτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ανω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ εστιν ετι πλὴν αὐτοῦ. παρίστησι δὲ πανταχοῦ οὐ τοπικῶς διατρίβων ἀλλὰ δημιουργικῶς καὶ προνοητικῶς τοῖς πᾶσιν ἐπιχωριάζων. ειρηται γοῦν περὶ τοῦ μονογενοῦς λόγου ὡς αρα πάντα ἐν αὐτῷ συνέστηκεν· εἰ δ' ἐν αὐτῷ συνέστηκε τὰ πάντα, οὐδὲν τῶν ἐν αὐτῷ συνεστηκότων ἀπολείπεται αὐτοῦ. Μανθάνομεν δὲ καὶ ἐκ τῶν προκειμένων τὴν τριάδα θεολογουμένην. πνεῦμα γὰρ θεοῦ τὸ αγιον πνεῦμα πολλάκις ειναι ἀποδέδεικται καὶ πρόσωπον αὐτοῦ, ὁ μονογενὴς αὐτοῦ υἱὸς εἰκὼν τυγχάνων αὐτοῦ οντος θεοῦ ἀοράτου, ἀλλὰ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ θεοῦ εἰρημένος. καὶ ἐντεῦθεν μανθάνομεν μὴ κτίσμα ειναι τὸ θεοῦ πνεῦμα, αὐτῷ τῷ θεῷ καὶ τῷ προσώπῳ αὐτοῦ συναπτόμενον. πολλάκις γὰρ ἀποδέδεικται ὡς οὐδέποτε μετὰ τῆς κτίσεως ἀλλ' ἀεὶ μετὰ τοῦ πατρὸς καὶ υἱοῦ συνάπτεται. Μονονουχὶ τοῦτο παρίστησιν οτι, ἐμοῦ τυγχάνοντος γενητοῦ, τὸ μεταβαίνειν τοπικῶς καὶ ἀναβαίνειν, σοῦ δὲ τὸ τυγχάνειν καὶ ἱδρῦσθαι ἐκεῖ ἐν τῷ πεποιηκέναι αὐτὸν καὶ στρέφειν αὐτόν, ἀλλὰ καὶ τὸ καταβῆναι εἰς τὸν ᾳδην ὁμοίως μεταβατικῶς εχω, σοῦ οντος ἐκεῖ προνοίας