255
δύναμιν μαθεῖν. Ἠθέλησαν οὖν αὐτὸν πιάσαι, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν, καὶ ἀπῆλθεν πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων τὸ πρότερον, καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον· ὅτι Ἰωάννης ἐποίησε σημεῖον οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ αὐτοῦ, ἐστὶν ἀληθῆ. Ὅταν γάρ τι μέγα καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως, ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· ὃ δὴ καὶ τότε ἐποίησε. Τίνος δὲ ἕνεκεν τὸν τόπον ὁ εὐαγγελιστὴς λέγει; Ἵνα μάθῃς ὅτι διὰ τοῦτο ἀπῆλθεν ἐκεῖ, ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων τε καὶ λεχθέντων παρὰ Ἰωάννου, καὶ τῆς μαρτυρίας τῆς ἐκείνου. Ἐλθόντες γοῦν ἐκεῖ, εὐθέως ἀνεμνήσθησαν τοῦ Ἰωάννου· διὰ τοῦτο καὶ λέγουσιν, ὅτι Ἰωάννης μὲν οὐδὲν σημεῖον ἐποίησεν· ἐπεὶ ποία ἀκολουθία τοῦτο ἦν προσθεῖναι; ἀλλ' ἐπειδὴ ὁ τόπος αὐτοὺς εἰς μνήμην ἤγαγε τοῦ Βαπτιστοῦ, καὶ εἰς τὴν τῆς μαρτυρίας αὐτοῦ μνήμην ἦλθον. Ὅρα δὲ πῶς συλλογισμοὺς πλέκουσιν ἀναμφισβητήτους. Ἰωάννης μὲν σημεῖον οὐδὲν ἐποίησεν· οὗτος δὲ ποιεῖ, φησίν, Οὐκοῦν κἀντεῦθεν ἡ ὑπεροχὴ δείκνυται. Εἰ τοίνυν, ἐκείνου σημεῖον οὐδὲν ποιήσαντος, ἐπιστεύσαμεν, πολλῷ μᾶλλον τούτῳ. Εἶτα, ἐπειδὴ αὐτὸς ἦν ὁ μαρτυρήσας, ἵνα μὴ τὸ σημεῖον αὐτὸν μὴ πεποιηκέναι δόξῃ 59.340 ἀνάξιον τῆς μαρτυρίας ἀποφαίνειν, ἐπήγαγον· Εἰ καὶ σημεῖον οὐδὲν ἐποίησεν, ἀλλ' ὅμως πάντα ἠλήθευσε τὰ περὶ αὐτοῦ, οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου, ἀλλ' ἐκεῖνον ἀφ' ὧν οὗτος ἐποίησεν ἀξιόπιστον ἀποφαίνοντες. Πολλοὶ τοίνυν ἐπίστευσαν εἰς αὐτόν. Πολλὰ γὰρ ἦν αὐτοὺς τὰ ἐφελκόμενα. Καὶ γὰρ ἐμέμνηντο τῶν ῥημάτων ὧν ἔλεγεν, ἰσχυρότερον ἑαυτοῦ καλῶν αὐτὸν, καὶ φῶς, καὶ ζωὴν, καὶ ἀλήθειαν, καὶ τὰ λοιπὰ ἅπαντα, καὶ τῆς φωνῆς τῆς ἄνωθεν ἐνεχθείσης, καὶ τοῦ Πνεύματος τοῦ ἐν περιστερᾶς εἴδει φανέντος τότε καὶ δείξαντος αὐτὸν ἅπασι· καὶ μετὰ τούτων, τὴν ἀπὸ τῶν θαυμάτων ἀπόδειξιν, εἰς ἣν ὁρῶντες ἐβεβαιοῦντο λοιπόν. Εἰ γὰρ Ἰωάννῃ, φησὶ, πιστεύειν ἐχρῆν, πολλῷ μᾶλλον τούτῳ. Εἰ χωρὶς σημείων ἐκείνῳ, πολλῷ μᾶλλον τούτῳ, μετὰ τῆς ἐκείνου μαρτυρίας καὶ τὴν ἀπὸ τῶν σημείων ἀπόδειξιν ἔχοντι. Ὁρᾷς ὅσον αὐτοὺς ὤνησεν ἡ περὶ τὸν τόπον διατριβὴ, καὶ ἡ τῶν πονηρῶν ἀνθρώπων ἀπαλλαγή; ∆ιὰ τοῦτο αὐτοὺς συνεχῶς ἐξάγει καὶ ἀπάγει τῆς ἐκείνων συνουσίας· ὅπερ οὖν καὶ ἐπὶ τῆς Παλαιᾶς ποιήσας φαίνεται, πόῤῥω τῶν Αἰγυπτίων ἐπὶ τῆς ἐρήμου τοὺς Ἰουδαίους διαπλάττων καὶ ῥυθμίζων ἐν ἅπασιν. Ὃ καὶ ἡμῖν παραινεῖ ποιεῖν, ἀγορὰς μὲν φεύγειν κελεύων καὶ θορύβους καὶ ταραχὰς, ἐν δὲ τῷ ταμιείῳ προσεύχεσθαι μετὰ τῆς ἡσυχίας. Καὶ γὰρ πλοῖον ταραχῆς ἀπηλλαγμένον, ἐξ οὐρίας πλεῖ· καὶ ψυχὴ πραγμάτων οὖσα ἐκτὸς, ἐν λιμένι κάθηται. ∆ιὸ καὶ τὰς γυναῖκας φιλοσοφωτέρας τῶν ἀνδρῶν ἐχρῆν εἶναι, οἰκουρίᾳ προσηλωμένας τὰ πλείονα. Οὕτω γοῦν καὶ ὁ Ἰακὼβ ἄπλαστος ἐγένετο, ἐπειδὴ οἰκίαν ᾤκει, καὶ τῶν ἐν μέσῳ θορύβων ἐλεύθερος ἦν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν ἡ Γραφὴ εἰποῦσα, Οἰκῶν οἰκίαν. Ἀλλὰ καὶ ἐν οἰκίᾳ πολὺς, φησὶν, ὁ θόρυβος. Ἐπειδὴ σὺ βούλει, καὶ περιιστᾷς σαυτῇ φροντίδων ὄχλον. Ὁ μὲν γὰρ ἀνὴρ ἐν μέσαις στρεφόμενος ταῖς ἀγοραῖς καὶ δικαστηρίοις, ὥσπερ ὑπό τινων κυμάτων τῶν ἔξωθεν περιαντλεῖται θορύβων· ἡ δὲ γυνὴ καθάπερ ἔν τινι διδασκαλείῳ φιλοσοφίας τῇ οἰκίᾳ καθημένη, καὶ τὸν νοῦν συνάγουσα εἰς ἑαυτὴν, καὶ εὐχαῖς προσέχειν καὶ ἀναγνώσεσι καὶ τῇ ἄλλῃ δυνήσεται φιλοσοφίᾳ. Καὶ καθάπερ οἱ τὰς ἐρήμους οἰκοῦντες, οὐδένα ἔχουσι τὸν ἐνοχλοῦντα· οὕτω καὶ αὕτη διαπαντὸς ἔνδον οὖσα, διηνεκῶς δύναται ἀπολαύειν γαλήνης. Εἰ δέ ποτε καὶ ἐξελθεῖν ἀνάγκη γένοιτ' ἂν, οὐδὲ τότε ἐκεῖ θορύβων ὑπόθεσις. Ἢ γὰρ μέχρι τῆς ἐνταῦθα παρουσίας, ἢ ἡνίκα ἂν τὸ σῶμα λουτρῷ θεραπευθῆναι δέῃ, ἀναγκαῖαι ταῖς γυναιξὶν αἱ ἔξοδοι· τὸν δὲ πλείονα χρόνον ἔνδον κάθηται, καὶ δυνατὸν αὐτήν τε φιλοσοφεῖν, καὶ τὸν ἄνδρα δεχομένην, τεταραγμένον καταστέλλειν, ῥυθμίζειν, περικόπτειν αὐτοῦ τὰ περιττὰ καὶ ἄγρια τῶν λογισμῶν, καὶ οὕτω πάλιν ἐκπέμπειν, ὅσα μὲν ἀπὸ τῆς ἀγορᾶς ἐφελκύσατο κακὰ, ἀποθέμενον, ὅσα δὲ ἀπὸ τῆς οἰκίας ἔμαθε