256
παρουσίᾳ. διὸ οὐκ ἐν τόπῳ θεός· εἰ γὰρ πανταχοῦ ἐστιν, οὐ μεταβαίνων ἐξ ἑτέρου εἰς ετερον τόπον οὐδ' αυ ὑφ' ἑκάστου περιοριζόμενος οὐδὲ ὑπὸ αμα πάντων τῶν τόπων περιγραφόμενος δηλονότι παρουσίᾳ δημιουργικῇ καὶ προνοητικῇ διὰ πάντων χωρεῖ, ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὑπάρχων κατὰ φιλοσοφίαν ἀποστολικήν. 1214 Ps 138,9.10 ̓Εσκόπησα, φησί, μὴ αρα ταῖς πτέρυξι τῆς νοήσεως χρησάμενος ὑπερβὰς τὴν θάλασσαν καὶ τὸν ὠκεανὸν αὐτὸν ἐν τοῖς ἐσχάτοις γεγενημένος δυνήσομαι πορευθῆναι ἀπὸ τοῦ πνεύματός σου καὶ φυγεῖν σου τὸ πρόσωπον, κἀκεῖ τὴν δραστήριον καὶ προνοητικήν σου χεῖρα καὶ αὐτὴν τὴν ὑπερβάλλουσαν δεξιάν σου ἐνεργοῦσαν τεθέαμαι, ὡς αὐτὸ τοῦτο τὸ κατεσκηνωκέναι με προειρημένῃ ἀκολουθίᾳ ἐν τοῖς ἐσχάτοις τῆς θαλάσσης κατορθῶσθαί μοι, τῆς χειρός σου ὁδηγούσης με καὶ κατεχούσης με τῆς δεξιᾶς σου. εἰ γὰρ καὶ ὠκεανὸς ἀπέραντος, ἀλλ' ουν καὶ οἱ μετ' αὐτὸν κόσμοι ταῖς τοῦ δεσπότου διαταγαῖς διϊθύνονται· πάντα γὰρ τὰ πρὸς αὐτοῦ γεγενημένα, οποι ποτ' εστι, ταγαῖς τῆς ἑαυτοῦ προνοίας διοικούμενά μοι ἰθύνεται. 1215 Ps 138,11-14a ̓Επεὶ φωτισθεὶς ὑπὸ τῆς γνώσεως τοῦ κυρίου ἐν ορθρῳ ἐν ἀρχῇ τῆς ἡμέρας γεγονέναι δόξας διενοήθην ταῖς πτέρυξι ταῖς νοηταῖς καθ' ας ἐπτέρωται πᾶσα λογικὴ φύσις μετεωρισθῆναι ὡς μακρὰν γενέσθαι καὶ περαιτέρω τοῦ ὠκεανοῦ, εγνων δὲ καὶ αὐτὸ τοῦτο μὴ ειναι πορευθῆναι ἀπὸ τοῦ πνεύματος τοῦ θεοῦ καὶ τὰ ἑξῆς, μετῆλθον ὁδὸν αλλην ζητῆσαι, καθ' ην πορευθῆναι ἀπὸ τοῦ πνεύματος καὶ φυγεῖν ἀπὸ τοῦ προσώπου τοῦ θεοῦ οιόν τέ ἐστι, μήπως αρα ὑπὸ σκότος γεγονὼς διαλαθεῖν τοῦτο δυνήσομαι. διό φημι Αρα σκότος καταπατήσει με, τουτέστιν ἐπικρύψει με. ὡς γὰρ τὸ εδαφος τὸ πατούμενον κρύπτεται, ουτω κρυβείην κάτω, εἰ καταπατήσει με τὸ σκότος πολὺ περὶ ἐμὲ καὶ ἐπ' ἐμὲ γεγονός. Ειτα, οτε εδοξα τρυφᾶν ἐπὶ τῷ τετευχέναι τοῦ σπουδαζομένου, εὐθέως ειδον οτι καὶ αυτη ἡ νὺξ καὶ τὸ κατακορὲς σκότος φωτισμός ἐστιν, οὐδὲν αὐτοῦ τοῦ σκότους σκοτιζομένου ὑπὸ τοῦ θεοῦ καταλάμποντος αὐτὸ ωσπερ καὶ τὰ αλλα πάντα. παρ' ἡμῖν μὲν γὰρ τοῖς οψει χρωμένοις διαφορὰ νυκτὸς καὶ ἡμέρας, ὁρῶσι καὶ ὁρωμένοις ἐν τῇ ἡμέρᾳ, ἐν δὲ τῇ νυκτὶ μηδὲ βλεπομένοις μηδὲ βλέπουσι· παρὰ μέντοι τῷ θεῷ ἡ νὺξ ὡς ἡμέρα φωτίζεται, καταληπτῶν αὐτῷ τυγχανόντων τῶν ἐν σκότῳ καὶ νυκτὶ ὡς τῶν ἐν φωτὶ καὶ ἡμέρᾳ, ἐπείπερ ἡ νὺξ ὡς ἡμέρα ὑπ' αὐτοῦ τοῦ θεοῦ φωτίζεται. Ταῦτα δὲ πάντα τῷ ἑαυτοῦ προσώπῳ ὁ δίκαιος προσάπτει, διδάξαι προελόμενος τοὺς μὴ ὀρθὴν περὶ θεοῦ διάληψιν εχοντας οτι διαδράναι θεὸν οὐκ εστιν. εἰσὶ γὰρ οἱ ταῦτα περὶ θεοῦ διανοούμενοι, ὡς αὐτὸν τὸν θεὸν εἰπεῖν Μὴ κρυβήσεταί τις ἐν κρυφαίοις, κἀγὼ οὐκ οψομαι αὐτόν; πᾶσι γὰρ ἐγγίζων θεός εἰμι καὶ οὐ θεὸς πόρρωθεν. ταύτης τῆς κακοδοξίας πατὴρ γέγονε Κάϊν εἰπὼν πρὸς θεὸν Εἰ ἐκβάλλῃς με ἀπὸ προσώπου τῆς γῆς σήμερον, καὶ ἀπὸ προσώπου σου κρυβήσομαι. καὶ ετερος δὲ δι' ὑπερβάλλουσαν ἠλιθιότητα ἐν ἀφεγγεῖ καὶ ζοφερῷ οικῳ καὶ νυκτὶ ἁμαρτάνων, Σκότος καλύπτει με πάντοθεν, ειπε, καὶ οἱ τοῖχοί με καλύπτουσι· τίς με ὁρᾷ; τῶν ἁμαρτιῶν μου οὐ μνησθήσεται ὁ υψιστος· μονονουχὶ λέγων ̓Επεὶ ἐν σκότῳ καὶ ενδον τοῦ οικου ἁμαρτάνω οὐδενὸς παρόντος, λανθάνω πάντας οὐδ' αὐτὸς ὁ υψιστος εἰδείη τὰς ἁμαρτίας μου. ̓Επίστησον δὲ εἰ καὶ περαιτέρω τῆς περὶ σκότους λέξεως γενόμενός τις δυνήσεται μυστήρια θεάσασθαι, ιν' ῃ τῶν λεγομένων ἡ διαίρεσις τοιαύτη· αρά γε δυνήσομαι θεὸν φυγεῖν πονηρὸς καὶ φαῦλος γεγονώς, ὡς ὑπὸ τὸ σκότος γενέσθαι ἐπὶ τῷ καταπατεῖσθαι ὑπ' αὐτοῦ; ἀλλὰ τοῦτο διανοηθεὶς εὐθέως εγνων οτι καὶ ἡ νὺξ φωτίζεται ἐν τῇ ἡμέρᾳ τουτέστι τοῦ λογικοῦ ζῴου τρυφῇ· εὐωχία γὰρ ἀληθῶς καὶ κατάλληλος τῷ λογικῷ ζῴῳ τρυφὴ ὁ ἐξ ἀρετῆς καὶ γνώσεως φωτισμός. καν ουν ὑπὸ σκότους γένωμαι νυκτὸς καὶ σκότους σπουδάσας υἱὸς ειναι δι' ων πράττω καὶ φρονῶ κακῶς, ἀλλ' ουν ἐπεὶ τὸ σκότος οὐ σκοτίζεται ὑπ' αὐτοῦ θεοῦ