256
καλὰ μεθ' ἑαυτοῦ φέροντα. Οὐδὲν γὰρ, οὐδὲν ἰσχυρότερον γυναικὸς εὐλαβοῦς καὶ συνετῆς, πρὸς τὸ ῥυθμίζειν ἄνδρα, καὶ διαπλάττειν αὐτοῦ τὴν ψυχὴν ἐν οἷς ἂν θέλῃ. Οὔτε γὰρ φίλων, οὔτε διδασκάλων, οὔτε ἀρχόντων οὕτως ἀνέξεται, ὡς τῆς συνοίκου παραινούσης, καὶ συμβουλευούσης. Ἔχει γάρ τινα καὶ ἡδονὴν ἡ παραίνεσις, διὰ τὸ σφόδρα φιλεῖσθαι τὴν συμβουλεύουσαν. Καὶ πολλοὺς ἂν ἔχοιμι λέγειν ἄνδρας σκληροὺς καὶ ἀπειθεῖς καταμαλαγέντας οὕτως. Αὕτη γὰρ καὶ τραπέζης αὐτῷ καὶ εὐνῆς, καὶ παιδοποιίας. καὶ ῥητῶν καὶ ἀποῤῥήτων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ πολλῷ πλειόνων κοινωνοῦσα ἑτέρων, καὶ ἐν ἅπασιν αὐτῷ δεδεμένη, καὶ οὕτως αὐτῷ συνημ 59.341 μένη, ὡς εἰκὸς σῶμα κεφαλῇ συνῆφθαι, ἂν τύχῃ συνετή τις οὖσα καὶ ἐμμελὴς, ἅπαντας ὑπερβήσεται καὶ νικήσει εἰς τὴν τοῦ συνοικοῦντος ἐπιμέλειαν. δʹ. ∆ιὰ τοῦτο παραινῶ, ἔργον τοῦτο τίθεσθαι, καὶ τὰ δέοντα συμβουλεύειν. Ὥσπερ γὰρ πρὸς ἀρετὴν, οὕτω καὶ πρὸς κακίαν πολλὴν ἔχει τὴν ἰσχύν. Αὕτη τὸν Ἀβεσσαλὼμ ἀπώλεσεν, αὕτη τὸν Ἀμνὼν, αὕτη τὸν Ἰὼβ ἔμελλεν· αὕτη τὸν Νάβαλ ἐξήρπασε τῆς σφαγῆς, αὕτη ὁλόκληρον ἔθνος διέσωσε. Καὶ γὰρ ∆εββώρα καὶ Ἰουδὶθ ἀνδρῶν στρατηγῶν κατορθώματα ἐπεδείξαντο· καὶ ἄλλαι δὲ μυρίαι γυναῖκες. ∆ιὰ τοῦτο καὶ Παῦλός φησι· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ ἐπὶ τῶν χρόνων δὲ ἐκείνων τὴν Περσίδα καὶ τὴν Μαριὰμ καὶ τὴν Πρίσκιλλαν ἀποστολικῶν ἁψαμένας σκαμμάτων εἴδομεν. Ἅσπερ ἀναγκαῖον καὶ ὑμᾶς ζηλοῦν, καὶ μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ πράγμασι ῥυθμίζειν τὸν συνοικοῦντα. Πῶς δὲ αὐτὸν παιδεύσομεν διὰ τῶν πραγμάτων; Ὅταν σὲ μὴ πονηρὰν οὖσαν ἴδῃ, μηδὲ πολυτελῆ καὶ φιλόκοσμον, μηδὲ προσόδους χρημάτων ἀπαιτοῦσαν περιττὰς, ἀλλ' ἀρκουμένην τοῖς οὖσι· τότε γὰρ, τότε καὶ συμβουλευούσης ἀνέξεται. Ἐὰν δὲ φιλοσοφῇς μὲν τοῖς ῥήμασιν, ἐν δὲ τοῖς πράγμασι τἀναντία ποιῇς, καταγνώσεταί σου φλυαρίαν πολλήν. Ὅταν δὲ μετὰ τῶν ῥημάτων καὶ τὴν ἀπὸ τῶν ἔργων παρέχῃς αὐτῷ διδασκαλίαν, τότε καὶ ἀποδέξεταί σε καὶ πεισθήσεται μᾶλλον· οἷον ὅταν χρυσίον μὴ ζητῇς, μηδὲ μαργαρίτας, μηδὲ ἱματισμῶν πολυτέλειαν· ἀλλ' ἀντὶ τούτων κοσμιότητα, σωφροσύνην, εὔνοιαν, καὶ παρὰ σαυτῆς ταῦτα εἰσαγάγῃς, καὶ παρ' ἐκείνου ταῦτα ἀπαιτῇς. Εἰ γὰρ χρή τι εἰς ἀρέσκειαν ποιεῖν ἀνδρὸς, ψυχὴν δεῖ, οὐ σῶμα κοσμεῖν καὶ διαφθείρειν. Οὐδὲ γὰρ οὕτω χρυσίον περικείμενον ποιήσει ἐπέραστον καὶ ποθεινὴν ἐκείνῳ, ὡς σωφροσύνη καὶ εὔνοια περὶ αὐτὸν, καὶ τὸ ὑπεραποθανεῖν τοῦ συνοικοῦντος. Ταῦτα μᾶλλον χειροῦται τοὺς ἄνδρας. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ προσίσταται αὐτῷ, εἰς στενὸν τὰ χρήματα αὐτῷ καθιστὰς, καὶ δαπάνην καὶ φροντίδα πολλὴν παρέχων· τὰ δὲ εἰρημένα προσηλώσει τῇ γυναικὶ τὸν ἄνδρα. Εὔνοια γὰρ καὶ φιλία καὶ πόθος οὔτε φροντίδας παρέχει, οὔτε δαπάνην ἐργάζεται, ἀλλὰ τοὐναντίον ἅπαν. Κἀκεῖνος μὲν ὁ κόσμος ὑπὸ τῆς συνηθείας προσκορὴς γίνεται· ὁ δὲ τῆς ψυχῆς καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν, καὶ μείζονα ἀνάπτει τὴν φλόγα. Ὥστε εἰ βούλει ἀνδρὶ ἀρέσκειν, κόσμει τὴν ψυχὴν σωφροσύνῃ, εὐλαβείᾳ, προστασίᾳ οἰκίας. Ταῦτα καὶ μᾶλλον χειροῦται, καὶ οὐδέποτε παύεται. Οὐ γῆρας καταλύει τὸν κόσμον τοῦτον, οὐ νόσος ἀπόλλυσι. Τὸν μὲν γὰρ τοῦ σώματος κόσμον χρόνος πολὺς ἐξέλυσε, καὶ νόσος 59.342 ἀνάλωσε, καὶ ἕτερα πλείονα· τὰ δὲ τῆς ψυχῆς πάντων ἐστὶν ἀνώτερα τούτων. Κἀκεῖνος μὲν ὁ κόσμος καὶ φθόνον ἔχει καὶ ζηλοτυπίαν ἀνάπτει· οὗτος δὲ καθαρός ἐστι νοσήματος, καὶ πάσης ἀπήλλακται κενοδοξίας. Οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν εὐκολώτερα ἔσται, καὶ ἡ πρόσοδος μετ' εὐμαρείας, ὅταν τὸ χρυσίον μὴ τῷ σώματι τῷ σῷ περικείμενον ᾖ, μηδὲ τὰς χεῖρας δεσμοῦν, ἀλλ' εἰς ἀναγκαίας παραχωρῇ χρείας· οἷον, εἰς διατροφὴν οἰκετῶν, καὶ παίδων ἐπιμέλειαν ἀναγκαίαν, καὶ ἑτέρας χρειώδεις προφάσεις. Ἂν δὲ μὴ ταῦτα ᾖ, περικέηται δὲ αὐτὰ τῇ ὄψει, καὶ ἡ καρδία στενοχωρῆται, τί τὸ κέρδος; ποῖον τὸ ὄφελος; Οὐκ ἀφίησι τὸ ταύτης θαῦμα ὀφθῆναι ἐκείνη λυπουμένη. Ἴστε γὰρ, ἴστε ὅτι, κἂν αὐτὴν πασῶν εὐπρεπεστάτην ἴδῃ τις γυναῖκα, οὐ δύναται τέρπεσθαι ἐν ὀδυνωμένῃ τῇ ψυχῇ· τὸν γὰρ μέλλοντα