1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

257

καταυγάζοντος τὰ πάντα ῃ φησιν ὁ λόγος ̔Ο θεὸς ὁ εἰπὼν ̓Εκ σκότους φῶς λάμψαι, ος ελαμψεν ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ, νὺξ ὡς ἡμέρα φωτισθήσεται, τοῦ μεταβάντος ἐξ ἀγνοίας καὶ κακίας λέξοντος Οὐκ ετι εἰμὶ υἱὸς σκότους καὶ νυκτὸς ἀλλὰ φωτὸς καὶ ἡμέρας. ∆ιὰ τοῦτο δὲ νὺξ ὡς ἡμέρα φωτισθήσεται, ἐπείπερ ὡς τὸ σκότος αὐτῆς ουτω καὶ τὸ φῶς αὐτῆς. ἐπεὶ γὰρ τὸ σκότος προαιρετικῶς ἀλλ' οὐ κατὰ φύσιν εχει (οὐδεὶς γὰρ ἐκ κατασκευῆς κακός ἐστιν), ουτω καὶ τὴν ἀρετὴν εχει· μηδεμίαν δὲ χώραν φυγῆς εὑρὼν εἰς ἑαυτὸν στραφείς φησιν Οὐ θαυμαστὸν εἰ γενόμενος κακὸς μακρυνθῆναί σου οὐ δύναμαι, ὁπότε καὶ τοὺς νεφρούς μου αὐτοὺς κέκτησαι, θεὸς ων νεφροὺς καὶ καρδίαν ἐτάζων· εἰ γὰρ τῶν κρυπτῶν μου γνώστης ατε τοὺς νεφρούς μου κεκτημένος ει, ἐν ὁποίῳ μέρει τοῦ κόσμου ἐὰν γένωμαι, ὡς παρόντος μου γνῶσιν εχεις· εἰ γὰρ καὶ ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου, ἐν κοιλίᾳ πλάσας με καὶ ἐπιθείς μοι τὴν χεῖρά σου. ειτ' ἐπεὶ διὰ πάντων τῶν προειρημένων φοβερῶς ἐθαυμαστώθης (μετὰ φόβου γὰρ ἐθαύμασα πάντα α περὶ σοῦ διείληφα), εἰς εὐχαριστίαν τρεπόμενός φημι ̓Εξομολογήσομαί σοι, οτι φοβερῶς ἐθαυμαστώθης. 1216 Ps 138,14b.15 Κέκτηται ὁ θεὸς τοὺς νεφροὺς τοῦ κατορθώσαντος τὴν ἐν σωφροσύνῃ καθαρότητα. ὁ τοίνυν ἀγαμίᾳ σχολάζων, τῷ θεῷ τοὺς ἑαυτοῦ νεφροὺς καταγράψας, ἐρεῖ Σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε· μεθ' ο κατόρθωμα γνῶσιν εχων πάντων τῶν θαυμαστῶν εργων αὐτοῦ τῶν τῆς δημιουργίας καὶ προνοίας καὶ παραδοξοποιΐας, Θαυμάσια, εφη, τὰ εργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. τὸ Σφόδρα η ἐπὶ τὴν γνῶσιν τῆς ψυχῆς η ἐπὶ τὰ θαυμάσια ἀναφέρεται. Καὶ τὸ ὀστοῦν μου, φησίν, ο ἐν κρυφῇ πεποίηκας ὡς μηδένα τούτου τὴν σύμπηξιν εἰδέναι, ἀπὸ σοῦ οὐ κέκρυπται· πῶς γὰρ καὶ οιόν τέ σου ποιητοῦ οντος ωσπερ ολου τοῦ σώματος ουτω καὶ αὐτοῦ; ειρηται δὲ καὶ τοῖς περὶ φύσεως καὶ γενέσεως τῶν ζῴων πραγματευσαμένοις ἀόρατον ειναι καὶ ἀκατάληπτον τὴν εἰς ὀστέον τοῦ αιματος μεταβολήν, καίτοι τῶν αλλων σαρκῶν καὶ νεύρων λέγω οπως ποτὲ ὡς εχουσι γενέσεως θεωρούντων. καὶ ἡ γραφὴ δὲ τοῦ ̓Εκκλησιαστοῦ παρίστησι τοῦτο ουτω λέγουσα ̔Ως ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, ουτως οὐ γνώσῃ ποιήματα τοῦ θεοῦ. Οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ οὐδὲ ἡ ὑπόστασίς μου, ἐν τοῖς κατωτάτοις τῆς γῆς φθάσασα· οὐδὲ γὰρ ἡ ψυχὴ ἐν ᾳδῃ γεγενημένη οὐδ' αὐτὸ σῶμα κατορωρυγμένον καὶ εἰς γῆν διαλυθὲν διαφεύγει τὴν θεωρίαν σου. 1217 Ps 138,16 ∆ιὰ τῶν προεκτεθέντων θεολογήσας ὀφθαλμοῖς προφητικοῖς καὶ τὴν κυριακὴν ἐπιδημίαν ἑωρακέναι φησίν, ὡς ἐκ τῆς παρθένου γεγένηται. ὁ γὰρ ἐκ τῆς παρθένου Μαρίας γεγονὼς τόκος ἀκατέργαστος ειη, μὴ συστὰς ἐκ τῆς μεμελετημένης ἐκ συνδυασμοῦ κατεργασίας ἀλλ' ἐκ πνεύματος ἁγίου ὑπάρχων. ουτω νοοῦσί τινες τὸ ἐν τῷ ∆ανιὴλ εἰρημένον περὶ τοῦ ανευ χειρῶν τετμῆσθαι ἐξ ορους λίθον. Τούτου αὐτοῦ ἀκατεργάστου φανέντος, ἀκολούθως σωτηρία πάντων γενήσεται, ὡς ἀξίους αὐτοὺς γενέσθαι ἐπὶ τὸ βιβλίον γραφῆναι τοῦ θεοῦ. ἀλλ' ἐπεὶ κἀκεῖνο ἀκατέργαστον ειναι δύναται, τὸ πεφυκὸς μὲν κατεργασίαν δέχεσθαι, μήπω δὲ ταύτην ἐσχηκός, δύναται περὶ πάντων τῶν εσεσθαι μελλόντων, ποιοῦντος θεοῦ, καὶ μάλιστα τῆς τῶν νεκρῶν ἀναστάσεως εἰρῆσθαι τὸ προκείμενον, ιν' ῃ τῶν λεγομένων ὁ εἱρμός. ἐπεὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς ἐστιν, οὐκ εἰς τὸ ἀεὶ δὲ ουτως εχουσα διατελέσει ἀναστάσεως νεκρῶν ἐσομένης, ταύτην πίστει καὶ ἐλπίδι προκατειληφώς φημι Τὸ ἀκατέργαστόν σου ιδοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· σοῦ πάντα ἐν πᾶσι γινομένου καὶ σκότους παντὸς καὶ λύπης καὶ ὀδύνης καὶ στεναγμοῦ ἐκ ποδῶν γινομένου, ἐν ἡμέρᾳ φωτεινῇ εσονται ἐκλάμψαντες ὡς ὁ ηλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. οθεν ειρηται τὸ ̔Ημέρας πλασθήσονται, οὐκέτι σκοτίας τῆς πλάσεως αὐτῶν ουσης σπειρομένων ἐν