257
τέρπεσθαι, χαίρειν δεῖ πρότερον καὶ ἀγάλλεσθαι. Τοῦ χρυσίου δὲ παντὸς σεσωρευμένου εἰς τὸν κόσμον τοῦ σώματος τοῦ γυναικείου, καὶ στενοχωρίας οὔσης κατὰ τὴν οἰκίαν, οὐδεμία τέρψις ἐστὶ τῷ συνοικοῦντι. Ὥστε εἰ βουλόμεθα ἀρέσκειν τοῖς ἀνδράσιν, ἐν ἡδονῇ αὐτοὺς καταστήσομεν· ἐν ἡδονῇ δὲ καταστήσομεν, ἂν περιέλωμεν τὸν κόσμον καὶ τοὺς καλλωπισμούς. Ταῦτα γὰρ ἅπαντα παρ' αὐτὸν τῆς νυμφαγωγίας τὸν καιρὸν ἔχειν τινὰ τέρψιν δοκεῖ· ὕστερον δὲ τῷ χρόνῳ μαραίνεται. Εἰ γὰρ τὸν οὐρανὸν οὕτω καλὸν ὄντα, καὶ τὸν ἥλιον οὕτω λαμπρὸν, οὗ σῶμα οὐδὲν ἂν ἔχοις ἴσον εἰπεῖν, οὐχ ὁμοίως θαυμάζομεν διὰ τὴν συνήθειαν· πῶς σῶμα κεκαλλωπισμένον θαυμάσομεν; Ταῦτα λέγω, βουλόμενος ὑμᾶς κοσμεῖσθαι τὸν κόσμον τὸν ὑγιῆ, ὃν ὁ Παῦλος ἐπέταξε· Μὴ χρυσῷ ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Ἀλλὰ τοῖς ἔξω ἀρέσκειν βούλει, καὶ ἐπαινεῖσθαι παρ' αὐτῶν; Μάλιστα μὲν οὖν οὐ σώφρονος γυναικὸς ὁ πόθος οὗτος. Πλὴν εἰ βούλει, καὶ τούτους οὕτως ἐραστὰς ἕξεις σφοδροὺς καὶ τῆς σωφροσύνης ἐπαινέτας. Ἐκείνην μὲν γὰρ οὐδεὶς ἐπαινέσεται ἐπιεικὴς καὶ μέτριος, ἀλλὰ ἀκόλαστοι καὶ λάγνοι· μᾶλλον δὲ, οὐδὲ οὗτοι ἐπαινέσονται, ἀλλὰ καὶ κακῶς ἐροῦσιν, ἀναπτερούμενοι τὰς ὄψεις ὑπὸ τῆς περὶ τὴν γυναῖκα ἀσωτίας· ταύτην δὲ κἀκεῖνοι καὶ οὗτοι, καὶ πάντες ἀποδέξονται, ἅτε μηδὲν κακὸν παρ' αὐτῆς λαμβάνοντες, ἀλλὰ καὶ διδασκαλίαν φιλοσοφίας· καὶ πολὺς μὲν ἔσται παρὰ ἀνθρώπων ὁ ἔπαινος, πολὺς δὲ παρὰ τῷ Θεῷ ὁ μισθός. Τοῦτον τοίνυν ζηλώσωμεν τὸν κόσμον, ἵνα καὶ ἐνταῦθα μετὰ ἀδείας ζήσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.341.50 ΟΜΙΛΙΑ ΞΒʹ. Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς
κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ.
αʹ. Πολλοὶ τῶν ἀνθρώπων ὅταν ἴδωσί τινας τῶν ἀρεσκόντων Θεῷ πάσχοντάς
τι δεινὸν, οἷον ἢ ἀῤῥωστίᾳ περιπεσόντας, ἢ πενίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ, σκανδαλίζονται· οὐκ εἰδότες, ὅτι τῶν μάλιστα τῷ Θεῷ φίλων τὸ ταῦτα πάσχειν ἐστίν· ἐπεὶ καὶ ὁ Λάζαρος τῶν φίλων ἦν τοῦ Χριστοῦ, καὶ ἠσθένει· Τοῦτο γοῦν καὶ οἱ πέμψαντες ἔλεγον· Ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὴν περικοπήν. Ἦν τις, φησὶν, ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν εἶπε πόθεν ἦν ὁ Λάζαρος, ἀλλὰ διά τινα αἰτίαν ἣν μετὰ ταῦτα ἐρεῖ. Τέως δὲ τοῦ προκειμένου 59.342 ἐχώμεθα. Καὶ τὰς ἀδελφὰς δὲ αὐτοῦ ἡμᾶς διδάσκει χρησίμως· καὶ ἔτι ὃ πλέον εἶχε Μαρία, ἐπάγων καὶ λέγων· Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. Ἐνταῦθά τινες διαποροῦντες, Πῶς, φησὶν, ἠνέσχετο ὁ Χριστὸς γυναικὸς τοιαῦτα ποιούσης; Πρῶτον μὲν οὖν ἐκεῖνο ἀναγκαῖον μαθεῖν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ· ἄλλη γὰρ αὕτη. Ἐκεῖναι μὲν γὰρ πόρναι δή τινες ἦσαν καὶ πολλῶν γέμουσαι κακῶν· αὕτη δὲ καὶ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. ∆είκνυσι δὲ ὁ εὐαγγελιστὴς, ὅτι καὶ αἱ ἀδελφαὶ ἐφίλουν αὐτὸν, καὶ ὅμως συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν. Τίνος δὲ ἕνεκεν οὐκ ἐάσασαι τὸν 59.343 ἀδελφὸν κάμνοντα, ὅπερ ἐποίησεν ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἀπῆλθον πρὸς αὐτὸν, ἀλλὰ πέμπουσι; Σφόδρα ἐθάῤῥουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν. Ἄλλως δὲ, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς, καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ὕστερον ἐδήλωσαν. Ὅτι μὲν οὖν οὐκ ἦν αὕτη ἐκείνη, δῆλον. Ἀλλὰ καὶ ἐκείνην τίνος ἕνεκεν ἐδέξατο ὁ Χριστὸς, φησίν; Ἵνα λύσῃ τὴν κακίαν· ἵνα δείξῃ τὴν