258
φθορᾷ καὶ ἐν ἀτιμίᾳ ἀλλὰ φωτεινῆς καὶ ἐν ἡμέρᾳ συνισταμένης ἐγειρομένων ἐν ἀφθαρσίᾳ καὶ δόξῃ. ̓Αλλ' ἐπεὶ ουτως ἡμέρας πλασθέντων αὐτῶν καὶ ἐπὶ τὸ βιβλίον τοῦ θεοῦ γραφέντων πάντα ἐν πᾶσιν ὁ θεὸς εσται, ἐν αὐτοῖς οὐδείς ἐστι τῶν πονηρῶν καὶ τοῦ ἐξευτελίζεσθαι ἀξίων. η τάχα ενθα τὸ πλῆθος καὶ ὁ τίς καὶ οὐδείς· οταν διὰ πολλὴν τελειότητα καὶ εἰς εν καὶ ταὐτότητα ἀποκαταστάντων ἀριθμὸς μηκέθ' ὑπάρχῃ καταντησάντων πάντων εἰς τὴν ἑνότητα τοῦ πνεύματος, ὁ τίς καὶ ὁ οὐδεὶς οὐκέτι εσται ἐν αὐτοῖς. Φέρεται γραφὴ εχουσα Τὸ ἀκατέργαστόν μου ιδοσαν οἱ ὀφθαλμοί σου. νοηθείη δὲ καὶ αὐτὴ ὡσαύτως τῷ Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, ἀντὶ τοῦ Τὸ ἀκατέργαστον τῶν λογισμῶν μου· πρὶν ἐπιτελέσθαι τι οἱ πάντα τὰ κρυπτὰ ὁρῶντες ὀφθαλμοί σου ειδον. πλήρη δὲ τῶν τοιούτων τὰ Εὐαγγέλια. 1218 Ps 138,17.18a Φίλοι δὲ τοῦ θεοῦ εἰσιν, ἐκ πίστεως καὶ ἀρετῆς γεγενημένοι. ειρηται γοῦν περὶ τοῦ ̓Αβραὰμ ̓Επίστευσε δὲ ̓Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰςδικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη· καὶ περὶ Μωυσέως φησὶν Οτι ἐλάλησεν αὐτῷ ὁ θεὸς στόμα κατὰ στόμα ἐνώπιος ἐνωπίῳ, ὡς ει τις λαλῆσαι πρὸς τὸν ἑαυτοῦ φίλον. ἀλλὰ καὶ εκαστος τῶν προφητῶν ουτω φίλος τοῦ θεοῦ γέγονε. καὶ πρὸς τοὺς ἀποστόλους γοῦν (ταύτην εχουσι τὴν φιλίαν) ̓Ιησοῦς λέγει ̔Υμῖν λέγω τοῖς φίλοις μου. τούτων δὲ καὶ αἱ ἀρχαί, ας παρὰ τοῦ βασιλέως Χριστοῦ εσχον ἐξουσίαν λαμβάνοντες ἐπάνω δέκα πόλεων η ἐπάνω πέντε πόλεων, λίαν κραταιοί εἰσιν ατε Χριστῷ συμβασιλεύοντες. ̔Ρηθεῖεν δ' αν καὶ κατ' αλλο σημαινόμενον αἱ ἀρχαὶ αὐτῶν κραταιαὶ αἱ αἰτίαι καθ' ας εἰσι φίλοι θεοῦ. ουτοι δὲ οἱ λίαν τιμηθέντες φίλοι τοῦ θεοῦ διὰ πλῆθος θεωρημάτων καὶ ἀγαθῶν ἐνεργειῶν ων εχουσιν ὑπὲρ αμμον πληθυνθήσονται, τουτέστιν ὑπὲρ τὰ αἰσθητὰ καὶ σωματικά. ἐπεὶ γὰρ οἱ τῶν ὑλικῶν ἑταῖροι περὶ τὴν αμμον η ὑπὸ ταύτην τυγχάνουσιν ὡς τὸν θεμέλιον τῆς οἰκοδομῆς αὐτῶν ῥᾷστα καταπεσουμένης ἐπὶ ταύτης ἱδρῦσθαι η ὑπὸ ταύτην κατορύσσεσθαι, ων σύμβολον φέρει ὁ ὑπὸ Μωυσέως παταχθεὶς Αἰγύπτιος ὑπὸ τὴν αμμον χωσθείς, ἀνάγκη τοὺς ὑπερκόσμιον διάθεσιν λαμβάνοντας ὑπὲρ τὴν αμμον ειναι ἀξίους τοῦ ἀριθμεῖσθαι παρὰ θεοῦ ὑπάρχοντας. 1219 Ps 138,21.22 Τοῦ αὐτοῦ αν ειη καὶ τὸ ἀποδέχεσθαι καὶ τιμᾶν τοὺς φίλους τοῦ θεοῦ καὶ μισεῖν τοὺς μισοῦντας αὐτὸν καὶ ἐχθροὺς λογίζεσθαι τῷ ἀσεβῆ καὶ αθεα περὶ θεοῦ φρονεῖν. πῶς γὰρ οὐκ ἐχθροὶ θεοῦ οἱ διαστρέφοντες ἀπὸ τῆς ἀληθείας τοὺς ἀπατωμένους, τοῦ θεοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Τέλειον δὲ μῖσός ἐστι κατὰ τῶν τοιούτων, οταν μὴ αλλου χάριν ἀλλ' η τοῦ ἐχθροὺς αὐτοὺς ειναι τοῦ θεοῦ μισεῖ τις αὐτούς. καὶ ωσπερ τελείαν ἀγάπην τις εχει πρὸς τὸ ἀγαθὸν μὴ αλλου του χάριν ἀλλ' αὐτοῦ ενεκα ποθῶν αὐτό, ουτως ὁ μισῶν διαφόρους θεοῦ μὴ αλλου του χάριν ἀλλ' η οτι ἐχθροὶ τοῦ θεοῦ εἰσιν, ἐκτηκόμενος ἐπ' αὐτοῖς κατὰ τὸν λέγοντα προφήτην Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι ἀνθ' ων κατέλιπόν σε οἱ υἱοὶ ̓Ισραήλ.
1220 Ps 139,2-4 Ανθρωπος πονηρὸς ὁ δολερὸς καὶ ἀπατεών ἐστιν, ἀνὴρ δὲ
αδικος ὁ τοῦτον ὑπεραναβεβηκὼς ἐν κακίᾳ ὡς διὰ τοῦ πανουργεύεσθαι καὶ ῥᾳδιουργεῖν ἀδικεῖν σπεύδειν τὴν λογικὴν φύσιν ἐξ ἀρετῆς εἰς κακίαν πανουργίᾳ τινι πειρώμενος μεταβιβάζειν. ἀπ' ἀμφοτέρων σωθῆναι βουλόμενος ὁ τὰ προκείμενα φάσκων θεὸν παρακαλεῖ, ἐπείπερ κατ' αὐτοῦ ἀδικίαν ἐλογίσαντο κρύπτοντες αὐτὴν ἐν καρδίᾳ ἑαυτῶν, οπως διὰ τοῦ λανθάνειν οτι εἰσὶ τοιοῦτοι παγιδεῦσαι αὐτὸν δυνηθῶσι πολεμίως καὶ ἀντικειμένως πρὸς αὐτὸν ἱστάμενοι δι' ολου τοῦ χρόνου τῆς ζωῆς αὐτοῦ. διὸ ειρηται Ολην τὴν ἡμέραν παρετάσσοντο πολέμους, οὐδένα καιρὸν εἰρήνης καὶ ἀναπαύσεως εχοντες ἀντὶ ξίφους ἀκονήσαντες τὴν γλῶσσαν ἑαυτῶν ἐπὶ τῷ ἀπατηλὸν καὶ τρῶσαι δυνάμενον λόγον προφέρειν μιμήσει τῇ πρὸς