258
φιλανθρωπίαν· ἵνα μάθῃς, ὅτι οὐκ ἔστι νόσημα νικῶν αὐτοῦ τὴν ἀγαθότητα. Μὴ τοίνυν τοῦτο μόνον ἴδῃς, ὅτι ἐδέξατο, ἀλλὰ κἀκεῖνο σκόπει, πῶς μετέβαλε. Καὶ τίνος ἕνεκεν ἀναμιμνήσκει τῆς ἱστορίας ταύτης ἡμᾶς ὁ εὐαγγελιστής; μᾶλλον δὲ τί διδάξαι βούλεται τῷ λέγειν, Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον; Μηδέποτε ἀγανακτεῖν μηδὲ δυσχεραίνειν, εἴ τις ἀσθένεια γένοιτο περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Εἰς οἶκτον ἐπισπάσασθαι ἐβούλοντο τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον· καὶ δῆλον ἐξ ὧν λέγουσιν· Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανε· καὶ ἐκ τοῦ μὴ εἰπεῖν, Ἴδε Λάζαρος ἀσθενεῖ, ἀλλ', Ἴδε ὃν φιλεῖς, ἀσθενεῖ. Τί οὖν ὁ Χριστός; Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ δι' αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα πῶς πάλιν μίαν τὴν δόξαν φησὶν αὐτοῦ καὶ τοῦ Πατρός. Εἰπὼν γὰρ, Θεοῦ, ἐπήγαγεν, Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκεῖ ἡμέρας δύο μένειν, τέως αὐτοὺς ἀποπέμπεται τοῦτο ἀπαγγέλλοντας. Ἐφ' ᾧ καὶ θαυμάσαι ἔστι τὰς ἀδελφὰς αὐτοῦ, πῶς ἀκούσασαι, ὅτι Οὐκ ἔστι πρὸς θάνατον, καὶ ἰδοῦσαι αὐτὸν ἀποθανόντα, οὐκ ἐσκανδαλίσθησαν, ἀπεναντίας τοῦ πράγματος γενομένου· ἀλλὰ προσῆλθον καὶ οὕτω, καὶ οὐκ ἐνόμισαν αὐτὸν διαψεύσασθαι. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας, ἀλλ' ἐκβάσεώς ἐστι. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀῤῥωστία· ἐχρήσατο δὲ αὐτῇ εἰς δόξαν Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἔμεινεν ἡμέρας δύο. Τίνος ἕνεκεν ἔμεινεν; Ἵνα ἀποπνεύσῃ, καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν· ὅτι κάρος ἦν, ὅτι ἔκλυσις ἦν, ὅτι καταγωγὴ ἦν, καὶ οὐ θάνατος. ∆ιὰ τοῦτο καὶ χρόνον τοσοῦτον μένει, ὡς καὶ φθορὰν γενέσθαι, καὶ εἰπεῖν, Ἤδη ὄζει. Εἶτα λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν. Τί δήποτε οὐδαμοῦ προειπὼν ἀλλαχοῦ, ἐνταῦθα προλέγει; Ἐδεδοίκεισαν σφόδρα· καὶ ἐπεὶ ταύτῃ διέκειντο, προλέγει, ἵνα μὴ τὸ ἀθρόον ταράξῃ αὐτούς. Τί δὲ οἱ μαθηταί; Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἐδεδοίκεισαν μὲν οὖν καὶ ὑπὲρ αὐτοῦ· τὸ δὲ πλέον, μᾶλλον ὑπὲρ ἑαυτῶν· οὔπω γὰρ ἦσαν ἀπηρτισμένοι. ∆ιὸ καὶ τῷ δέει κατασειόμενος λέγει Θωμᾶς· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν. Ἀσθενέστερος γὰρ τῶν ἄλλων ἦν καὶ ἀπιστότερος. Ἀλλ' ὅρα πῶς αὐτοὺς δι' ὧν φησι παραθαῤῥύνει ὁ Ἰησοῦς. Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; Ἢ τοῦτο τοίνυν φησὶν, ὅτι ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, οὐδὲν πείσεται δεινόν· ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται (ὥστε ἡμᾶς οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἐπράξαμεν)· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐν ἀσφαλείᾳ ἐστίν. Εἰ δὲ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, πολλῷ μᾶλλον ὁ μετ' ἐμοῦ, ἐὰν μὴ ἀποστήσῃ ἑαυτὸν 59.344 ἐμοῦ. Τούτοις παραθαῤῥύνας, ἐπάγει καὶ τὴν αἰτίαν ἀναγκαίαν τῆς ἀφίξεως τῆς ἐκεῖσε· καὶ δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἱεροσόλυμα μέλλουσιν ἀπιέναι, ἀλλ' εἰς Βηθανίαν, Λάζαρος ὁ φίλος, φησὶ, κεκοίμηται, καὶ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· τουτέστιν, Οὐκ ἐπὶ τοῖς αὐτοῖς ἄπειμι πάλιν διαλεξόμενος καὶ ὁμόσε χωρήσων τοῖς Ἰουδαίοις, ἀλλὰ τὸν φίλον ἐξυπνίσων τὸν ἡμέτερον. Λέγουσιν οἱ μαθηταί· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Τοῦτο δὲ οὐχ ἁπλῶς εἶπον, ἀλλ' ἐγκόψαι βουλόμενοι τὴν ἐκεῖ παρουσίαν. Λέγεις, φησὶν, ὅτι καθεύδει; οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Καίτοι αὐτὸς διὰ τοῦτο εἶπεν, ὅτι Ὁ φίλος ἡμῶν, ἵνα δείξῃ ἀναγκαίαν τὴν παρουσίαν. βʹ. Ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο. τότε λέγει, Ἀπέθανε. Τὸ μὲν οὖν πρότερον, τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος, ἔλεγεν· ἐπειδὴ δὲ οὐ συνῆκαν, ἐπάγει· Ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς. Τί δήποτε, ∆ι' ὑμᾶς; Ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, καὶ ὅτι ἐπειδὰν ἀναστήσω, οὐδεμία ἔσται ὑποψία. Ὁρᾷς πῶς ἔτι ἀτελέστερον διέκειντο οἱ μαθηταὶ, καὶ οὐκ ᾔδεσαν αὐτοῦ τὴν δύναμιν ὡς ἐχρῆν; Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι, ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες. Καὶ ὅτε μὲν ἔλεγε, Κεκοίμηται, λέγει· Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· ὅτε δὲ εἶπεν, Ἀπέθανεν, οὐκέτι προσέθηκε, Πορεύομαι ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἠβούλετο τοῖς ῥήμασι