1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

259

τὸν οφιν τὸν φθείραντα τὴν Ευαν ἐν τῇ πανουργίᾳ ἑαυτοῦ. οθεν καὶ ὑπὸ τὰ χείλη ἑαυτῶν, τουτέστι τὴν προφοράν, δηλητηρίῳ ἐοικότα εχουσι νοήματα ὑποβληθέντα αὐτοῖς ὑπὸ δυνάμεων πονηρῶν διὰ τὸ βλαπτικὸν καὶ ἰῶδες ἀσπίδων καλουμένων. ∆υνατὸν δὲ καὶ περὶ διαβόλου καὶ τῶν αλλων ἀοράτων ἐχθρῶν ἐκλαβεῖν ταῦτα· ανθρωπος γὰρ πονηρὸς καὶ ἐχθρὸς ὁ διάβολος πολλάκις ειρηται. ἀλλὰ καὶ ὁ τῷ βουλήματι αὐτοῦ ὑπηρετούμενος ἀντίχριστος αν ῥηθείη. 1221 Ps 139,5.6 Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητικὴ πρᾶξις ἀφ' ης φυλαχθῆναι θεοῦ φρουροῦντος ευχεται. καὶ πρὸς τούτοις ἀξιοῖ, ινα καὶ ἀπὸ τῶν ἀδικεῖν αὐτὸν τῇ προαιρέσει βουλομένων ἀνθρώπων ῥυσθῇ, ἐπείπερ διελογίσαντο διὰ λόγων καὶ ἐνθυμημάτων ἀπατηλῶν ὑποσκελίσαι τὰ διαβήματα τῶν ἐν τῷ προκόπτειν διαβαινόντων ἐπὶ τὰ κρείττω. ∆υνατὸν ἐν τούτοις ἐκλαμβάνειν ἁμαρτωλὸν τὸν διάβολον, ἀνθρώπους δὲ ἀδίκους ητοι τοὺς πονηροὺς ἀγγέλους αὐτοῦ η εἰς ους ἐνεργεῖ ἀνθρώπους εἰς τὸ ψυχὰς ἀδικεῖν. ουτοι δ' αν ειεν καὶ ὑπερήφανοι σοφίαν εχοντες ἀπατηλήν, ην οὐ προφανῶς προφέρουσιν ἀλλὰ κρύπτουσιν αὐτὴν ὡς παγίδα ὑπὸ τοὺς σοφιστικοὺς αὐτῶν λόγους. ἀλλὰ καὶ σχοινία ητοι τὰς πολυπλόκους αὐτῶν πονηρίας η τοὺς συντιθεμένους καὶ περιπλεκομένους ὑπ' αὐτῶν σοφιστικοὺς λόγους διατείνουσιν ἐπὶ τῷ συλλαβεῖν τοὺς πόδας τῶν ὀρθῶς βαδιζόντων, λογιζόμενοι διὰ τούτων τῶν σχοινίων ὑποσκελίσαι τὰ διαβήματα τῶν ἀπροοράτως ἐχόντων α τιθέασι καὶ ἐχόμενα ης τις ετριψεν ὁδοῦ. Προσκόμματα α καὶ σκάνδαλα ειπε λογισμοὶ δέ εἰσιν ουτοι ὑποβαλλόμενοι τοῖς καλῶς καὶ κατ' ἀρετὴν ὁδεύειν προαιρουμένοις. ἀλλ' ὁ γνοὺς ἑαυτὸν οτι οὐκ αὐτάρκης ἐστὶ πρὸς τὸ ἀβλαβὴς ἀπὸ τῶν τοσούτων διαμεῖναι πρὸς θεὸν καταφεύγων δύναμιν ἀπαιτεῖ· διὸ καὶ ἀπαγγέλλει τὰ περιεστηκότα αὐτόν. 1222 Ps 139,7.8 ̔Ο οἰκειωθεὶς πράξει καὶ φρονήσει πρακτικῶς ἐρεῖ αὐτῷ Θεός μου ει σύ, καὶ ἀξιοῖ, οπως ἐνωτίσηται τὴν φωνὴν τῆς δεήσεως αὐτοῦ δεχόμενος αὐτὴν εἰς τὰ ωτα αὐτοῦ. καὶ γὰρ ἀληθῶς φησιν Ω τοῦ παντὸς κύριε, κἀμοῦ κύριος ει δουλεύοντός σοι· οθεν καὶ δύναμις τῆς σωτηρίας μου ει. τῆς γὰρ ἀληθῶς καὶ ἁπτομένης σωτηρίας τοῦ εσω ἀνθρώπου δύναμις ὑπάρχεις τῷ ἀμήχανον σωτηρίας εχειν μὴ γενόμενον ἐν σοί. σῴζεται δέ μοι ὁμοιότης κατ' εἰκόνα καὶ ὁμοιότητα τὴν σὴν γεγενημένῳ τοῦ μετασχεῖν τῆς σῆς ἁγιότητος δι' ην καὶ σωτηρίαν εξω. καὶ αὐτὸ δὲ τὸ εὐαγγέλιον δύναμις θεοῦ εἰς σωτηρίαν πρὸς τοῦ ἀποστόλου γράφεται τῷ τὸν ἐν τῷ εὐαγγελίῳ γενόμενον ηδη τὴν δύναμιν τῆς σωτηρίας εχειν, ην σχοίη καὶ κατ' ἐνέργειαν εὐαγγελικῶς φρονῶν καὶ πολιτευόμενος. Τυγχάνων δὲ δύναμις τῆς σωτηρίας μου, ω δέσποτα, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου, ἐπὶ τὴν νοητὴν κεφαλήν μου. πείσομαι γοῦν οὐδὲν χαλεπὸν ὑπὸ τῶν ἀοράτως πολεμούντων ἐχθρῶν ἐν τῇ ἡμέρᾳ, τουτέστιν ἐν τῇ παρεκτάσει τῇ χρονικῇ τοῦ βίου τούτου. μαρτυρία τοῦ νοητὴν ειναι κεφαλὴν τὸ Εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. 1223 Ps 139,9a ̔Ο ἁμαρτωλὸς διάβολος παραλαμβάνει τοὺς ἀποτελοῦντας τὴν ἁμαρτίαν, ἐξ αὐτοῦ τοῦ ποιεῖν τὸ κακὸν ὑποχειρίους αὐτοὺς εχων. αδηλον δὲ εἰ καὶ τῶν ἐπιθυμίᾳ τινὶ τῶν αἰσχρῶν γεγενημένων κρατεῖ. εἰ γάρ τις ἐξελκυσθείη ἐκ τῆς ἐπιθυμίας ἐπὶ πρακτικὴν ἁμαρτίαν, εὐθὺς ὑπ' αὐτῷ γίνεται· εἰ δ' ἐμβλέψας γυναικὶ πρὸς ἐπιθυμίαν ἐπισχοίη λογισμῷ τὴν ορεξιν ωστε μηδὲν ἐπιτελέσαι τῶν ὀρεκτῶν, οὐ γενήσεται πρὸς τὸν προκείμενον ἁμαρτωλόν. ευχεται τοίνυν τῷ κυρίῳ ἀπὸ μόνης ἐπιθυμίας μὴ προσπαραλαβούσης τὴν πρᾶξιν τοῦ ὀρεκτοῦ μὴ παραδοθῆναι τῷ ἁμαρτωλῷ μηδὲ περαιτέρω χωρεῖν νικηθέντα ὑπ' αὐτῆς ἀλλ' ἀεὶ κωλύειν τῷ παρὰ σοῦ βελτίονι λογισμῷ. Λεκτέον δὲ καὶ ουτως· ἐπεὶ δικαίῳ τυγχάνοντί μοι πᾶσα ἀγαθὴ ἐπιθυμία πάρεστι, μὴ τοιοῦτος γενοίμην ὡς ἀπὸ τῆς τοιαύτης ἐπιθυμίας ἐκπεσεῖν καὶ παραδοθῆναι τῷ ἁμαρτωλῷ ἁμαρτητικῶς ἐνεργηκότα. 1224 Ps 139,9b Ινα μὴ κατ'