1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

260

ἐμοῦ πολλὰ διαλογισάμενοι δυνηθῶσι, μὴ ἐγκαταλείψεις με φυλάττων με ἐν σκέπει τῶν πτερύγων σου καὶ ὑπὸ τὴν χεῖρα τὴν κραταιάν σου, ἀφ' ης οὐδεὶς δύναται ἁρπάσαι η ἐπαρθῆναι ἀλαζονικῶς κατ' ἐμοῦ ὡς ἁλόντος ὑπ' αὐτοῦ. 1225 Ps 139,12a Γλωσσώδη τὸν μάχιμον καὶ λοίδορον εοικε λέγειν. οὐδεὶς γὰρ τῶν τοιούτων οσον ἐστὶν ἐν τῇ γεώδει προαιρέσει κατευθυνθῆναι δύναται, ἀεὶ στρεβλούμενος ἐκ τοῦ μάχιμος ειναι· φιλαμαρτημόνων γὰρ τῷ χαίρειν μάχαις καὶ υβρεσι καὶ λοιδορίαις. διὸ καὶ τὸ κατευθύνεσθαι ὑπὸ ἀρετῆς οὐ δυνατὸν εχειν τὸν τοιοῦτον. 1226 Ps 139,12b Αδικος δὲ λέγεται ὁ κατὰ πάντα φαῦλος. διαφθορὰν δὲ τάχα τὴν χειρίστην εξιν λέγει εἰς ην θηρεύουσιν αἱ πολλαχῶς ἐπιτελούμεναι κακαὶ πράξεις. οτι δὲ ἡ τιμωρία διαφθορά, παρίσταται ἐκ τοῦ Τῇ διαφθορᾷ σου, ̔Ιερουσαλήμ, τίς βοηθήσει; οτι δὲ καὶ ἡ χειρίστη διάθεσις, ἐκ τοῦ Ενεκεν ἀκαθαρσίας διαφθαρήσεται φθορᾷ, ὡς δηλοῦται ἐκ τοῦ Φθείρουσιν ηθη χρηστὰ ὁμιλίαι κακαί. 1227 Ps 139,13.14 Κρίσιν δέ φησι τὴν ἐξέτασιν τῶν πράξεων καὶ προθέσεων, δίκην δὲ τὴν ἀνταπόδοσιν τοῦ κατ' ἀξίαν. εἰ δὲ καὶ ἐκ παραλλήλου τὸ αὐτὸ ὑποκείμενον ὑπ' ἀμφοτέρων τῶν λέξεων σημαίνεται, καὶ αὐτὸς ἐξέτασον. τὰ δ' αὐτὰ ῥητέον καὶ περὶ πτωχοῦ καὶ πένητος· ητοι γὰρ κατὰ τοῦ αὐτοῦ ἀμφότερα τὰ ὀνόματα λαβεῖν δεῖ η κατὰ διαφόρων πραγμάτων, ὡς πτωχὸν μὲν ειναι τὸν σφόδρα πλούτου ἀποπεσόντα (Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν), πένητα δὲ τὸν μήπω ἐκ περιουσίας ἀλλ' ἐκ τοῦ πονεῖν εχοντα τὰ ἀναγκαίως πρὸς τὸ ζῆν συντείνοντα. ̓Εξομολογοῦνται δὲ οἱ δίκαιοι ητοι οτι ἐκτὸς αὐτοὶ τοῦ τοιούτοις ὑποπεσεῖν γεγένηνται η οτι οἱ προσπολεμήσαντες καὶ πολλὰ πορθήσαντες αὐτοὺς ὑπεβλήθησαν τοῖς ἐπιπόνοις κρίσει καὶ δίκῃ θεοῦ. πρὸς δὲ τὸ ἐξομολογεῖσθαι τοὺς δικαίους οἱ εὐθεῖς, αλλοι τῶν δικαίων οντες, κατοικήσουσιν ἐν τῷ προσώπῳ κυρίου, ου τῷ ὀνόματι ἐξομολογήσαντο οἱ δίκαιοι. αλλους δὲ τῶν δικαίων τοὺς εὐθεῖς ειπον οὐ πάντως τῇ ὑποστάσει, ἀλλ' εστιν οτε τῇ ἐπινοίᾳ μόνον, δικαίου μὲν οντος τοῦ κατορθοῦντος τὰς ἠθικὰς ἀρετάς, εὐθοῦς δὲ τοῦ τὴν θεωρίαν τῆς ἀληθείας ἐσχηκότος. η τάχα δίκαιος ειναι δύναται ὁ οπως ποτὲ πράττων τὰ ἐπαινετά, πλὴν ὁ μὲν πρακτικὸς τῶν δικαίων ἐξομολογεῖται τῷ ὀνόματι τοῦ θεοῦ, ὁ δὲ εὐθὴς κατοικεῖ διὰ θεωρίας ἐν τῷ προσώπῳ τοῦ θεοῦ πόλιν καὶ οἰκίαν αὐτὸ κεκτημένος. πρόσωπον δὲ θεοῦ ἀποδέδεικται ὁ χαρακτὴρ τῆς ὑποστάσεως, αὐτοῦ κατοικοῦντος ἐν τούτῳ τῷ προσώπῳ παντὸς περὶ ου λέγεται Ει τις ἐν Χριστῷ, καινὴ κτίσις. Εἰ δὲ ειη τὸ Κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου, ἐξηγητέον ουτως· ενθα τὸ πρόσωπόν σου οἰκήσουσι καὶ οἱ εὐθεῖς, οὐκ ἐξερχόμενοι κατὰ τὸν Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ η φεύγοντες αὐτὸ κατὰ τοὺς περὶ ων ειρηται Καὶ εφυγεν ο τε ̓Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ. Η ουτως· οσοι εὐθεῖς τυγχάνουσι σῴζοντες τὸ κατ' εἰκόνα καὶ ὁμοίωσίν σου σύμμορφοι γεγονότες τῆς εἰκόνος τοῦ υἱοῦ σου, σὺν τούτῳ κατοικοῦσιν, ενθα αν ὁ υἱός σου τυγχάνῃ, πληρουμένου τοῦ περὶ τῶν τοιούτων ὑπὸ τοῦ σωτῆρος εἰρημένου Θέλω ινα οπου εἰμὶ ἐγὼ καὶ αὐτοὶ ωσι μετ' ἐμοῦ, ινα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. τοῦ δὲ ενθα καὶ οπου θεοπρεπῶς ἀλλ' οὐ τοπικῶς ἀκουστέον.

1228 Ps 140,2b Ταύτην τὴν θυσίαν προσάγει ὁ τῷ τετελειῶσθαι φθάσας ἐπὶ

τὴν ἑσπέραν, τὸ πρωῒ θύοντος τοῦ τὰς αἰσθητὰς προσάγοντος κατὰ νόμον θυσίας. μεσημβρίᾳ δὲ μετὰ τοῦτον θύει ὁ μαθὼν τὸ ὑπὸ τοῦ κυρίου λεγόμενον Ελεον θέλω η θυσίαν, ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. ἐπὶ πᾶσι δὲ προσακτέον ἑσπερινὴν θυσίαν τὴν τῶν προειρημένων χειρῶν επαρσιν. 1229 Ps 140,3.4 Ειρηταί που ̔Ο προπετὴς χείλεσιν ἐγγίζει συντριβῇ, καὶ ̓Ανὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. ιν' ουν κἀγὼ μὴ παραπέσω τούτοις, Θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. πεποίηκα γὰρ τὰ ἐπ' ἐμοὶ πάντα, πεισθεὶς τῇ