261
προτροπῇ τοῦ εἰπόντος Τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν. οὐ πᾶσι γὰρ τὸ λαλεῖν ωσπερ οὐδὲ τὸ σιωπᾶν συμφέρει· τῷ γὰρ δυναμένῳ ἀνοίγειν τὸ στόμα λόγῳ θεοῦ οὐ καθήκει σιωπᾶν, τῷ δὲ προφερομένῳ ῥῆμα ἀργὸν καὶ τοὺς καταδικάζοντας λόγους πρὸς ἀγαθοῦ εσται ἡ σιωπή. οιδε διαφορὰν τῶν σιωπὴν ἀγόντων ὁ λέγων Εστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ Εστι σιωπῶν, οὐ γὰρ εχει ἀπόκρισιν, καὶ εστι σιωπῶν εἰδὼς καιρόν. ὁ γὰρ ἐπιστήμην εχων καιροῦ τοῦ εἰπεῖν καὶ καιροῦ καθ' ον οὐ δεῖ τι λέγειν αἰτήσοιτο φρουρὰν καὶ θύραν τῷ στόματι καὶ τοῖς χείλεσιν αὐτοῦ ὑπαρχθῆναι θεόθεν, οπως μηδὲν ἀκαίρως προφέρῃ· καὶ ὁ μὴ εχων πρὸς τὰς προαγομένας ἐρωτήσεις ἀποκρίνασθαι παρακαλείτω, οπως ἐχέθυμος ειναι πρὸς θεοῦ ἀποδειχθεὶς μὴ ετερα ἀνθ' ἑτέρων ἀποκρίνεσθαι· ετι μὴν καὶ ὁ διὰ τοῦ σιωπᾶν εὑρισκόμενος σοφὸς βεβαίωσιν ἐκ θεοῦ ἀπαιτείτω τῇ σιωπῇ καθ' ην εὑρίσκεται σοφός. Καὶ ἐπεὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι ανθρωποι προφάσεις πλάττουσιν ἀπολογούμενοι δῆθεν ὑπὲρ ων ἐνεργοῦσι κακῶς, ἐγὼ ὁ περὶ πολλῶν παρακαλέσας σε, ω δέσποτα, ἀξιῶ καὶ ὑπὲρ τοῦ μὴ εἰς τοιαύτην διάθεσιν ἐλθεῖν, ωστε ἁμαρτάνοντα εἰς λόγους πονηρίας ῥέπουσαν εχειν τὴν καρδίαν ἐπὶ τῷ προφασίζεσθαι ἐν ἁμαρτίαις σὺν τοῖς ἐργαζομένοις τὴν ἀνομίαν ἀνθρώποις. εἰ γὰρ τηρηθείη ἡ καρδία μου ὑπὸ τῆς σῆς φυλακῆς, οὐδὲ συνδυασθήσομαι ὑπὸ τῶν ἐκλεκτῶν τῶν τὴν ἀνομίαν ἐργαζομένων ἀνθρώπων. ἐκλεκτοὶ δὲ τούτων ειεν οἱ σκηπτόμενοι προφάσεις ἐφ' οις δρῶσιν κακῶς, χειρόνων οντων τῶν ανευ προφάσεως καὶ ἀνεπικαλύπτως ἀνομούντων. ουτοι δέ εἰσιν οἱ μετὰ τοῦ γινώσκειν ἁμαρτάνοντες, τῶν αγνοιαν η ἀσθένειαν προφασιζομένων προύχειν δοκούντων τῶν φανερῶς καὶ μετὰ τοῦ εἰδέναι ἀνομούντων. ειποιεν ουν διὰ τῶν προκειμένων ὁ εὐχόμενος Μηδεμία αἰτία, ω δέσποτα, ὑπάρξοι ὡς δι' αγνοιαν δῆθεν η βίαν η ἀσθένειαν ἐκκλῖναι τὴν καρδίαν μου εἰς λόγους πονηρίας ους προενέγκοιτό τις προφασιζόμενος ἐφ' οις ἁμαρτάνει, οπως μηδὲ ἀκολουθήσῃ τὸ συνδυᾶσαι μετὰ τῶν ἐκλεκτῶν τῶν τὴν ἀνομίαν ἐργαζομένων ἀνθρώπων. 1230 Ps 140,5b Κεφαλὴν δὲ ἐν τούτοις τὸ ἡγεμονικὸν ὡσανεὶ κεφάλαιον τῆς ψυχῆς τυγχάνον σημαίνεσθαι νομιστέον. 1231 Ps 140,5c-8a Νοήσεις καὶ ουτως· τῶν ἐκλεκτῶν τῶν ἐργαζομένων τὴν ἀνομίαν τίνες αλλαι ειεν εὐδοκίαι η ψευδοδοξίαι καὶ πονηραὶ διαθέσεις, ων εισω τὴν ἑαυτοῦ προσευχὴν ἀξιοῖ γενέσθαι ἐπὶ τῷ διελεγχθείσας καθαιρεθῆναι; ἐν ταύταις γὰρ ἡ προσευχὴ αὐτοῦ οὐκ αλλως γίνεται η αἰτουμένου θεοῦ ἀνατροπὴν καὶ κατάλυσιν αὐτῶν. διὸ καὶ πρὸς τὴν ἀξίωσιν αὐτοῦ ᾠκονόμησε τὸ πρᾶγμα. οἱ γὰρ κραταιοὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν ἀνθρώπων οἱ αὐτοὶ τυγχάνοντες τοῖς ἐκλεκτοῖς αὐτῶν κατεπόθησαν, ἐγγίσαντος αὐτοῖς τοῦ θεοῦ λόγου ον πέτραν πολλάκις ἡρμήνευσεν ἡ θεία γραφή. σύμβολον δὲ τοῦ νενικῆσθαι τὸ καταπίνεσθαι· ουτω γὰρ ειρηται καὶ τὸ Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ τὸ Ινα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ἀλλὰ καὶ τὸ Κατέπιεν ἡ ῥάβδος ̓Ααρὼν τὰς ἐκείνων· φησὶ δὲ τὰς τῶν σοφιστῶν καὶ ἐπαοιδῶν ῥάβδους, νικῶντος τοῦ σκήπτρου τῆς θεϊκῆς ἀληθείας καὶ σοφίας τὰ σκῆπτρα τῆς φάλαγγος. Εἰ δὲ καὶ τοὺς αρχοντας τούτου τοῦ αἰῶνος σοφίαν ἐπαγγελλομένους καὶ τῶν αλλων δαιμόνων τὸ στῖφος κραταιοὺς τῶν κατὰ κακίαν πεποιωμένων ἐρεῖς, καὶ ουτοι τῷ Χριστῷ τῇ πέτρᾳ συνεγγίσαντες καταποθήσονται, ἀφανιζόμενοι καὶ τὸ μηδὲν ειναι ἀποδεικνύμενοι τῇ παρουσίᾳ Χριστοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετοῦντος, τῶν δὲ αἰσθητῶν σπερμάτων χρῃζόντων εἰς ἀροτριαθεῖσαν καὶ σχισθεῖαν γῆν καταβληθῆναι ἐπὶ τῷ εἰς τὴν γῆν κρυβέντα τὰς ῥίζας εἰς βάθος βαλεῖν. ουτως γὰρ καὶ καρποφορῆσαι ἀσφαλῶς στηριχθέντα ταῖς ῥίζαις δυνήσεται τὰ τῶν ἁγίων ῥήματα α θεόθεν εσχον τυγχάνοντα σπέρματα πνευματικά. τοσαύτην εχει δύναμιν ὡς μὴ μόνον ῥιζῶσαι καὶ καρποφορῆσαι ἀλλὰ καὶ τὴν ἀρότρου χρείαν