262
ἀποπληροῦν· παντοδύναμα γὰρ οντα ἀρδεύσει, ἀροτριάσει τὴν γῆν καὶ πάντα ποιήσει οσα ἐνέργεια γεωργικὴ πράξει, ινα μετὰ τοῦτο ῥιζώσαντα τὰ τῆς εὐσεβείας καὶ τῆς λοιπῆς ἀρετῆς πληρέστατα ἀποδῷ γενήματα. ἀληθῶς γὰρ τὰ ῥήματα ταῦτα ουτως ἐστὶ δυνατὰ ὡς τὰς παχυνθείσας καὶ λιθωθείσας διανοίας διαρρηγνῦναι ἐπὶ τῷ διαδύντα διὰ κατανύξεως ῥιζῶσαι, ἀφ' ης ὡς ἀπὸ ἀσφαλοῦς ῥίζης ἀποδοθήσεται ὁ διὰ πράξεων καὶ νοημάτων ἀρίστων καρπός. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ ουτως εχουσα· Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. ουτοι δέ εἰσιν οἱ δι' ἐξετάσεως καὶ διαιρέσεως ων μετέρχονται λόγων κρίνοντες δῆθεν τὰ πράγματα· οιτινες οὐχ ετεροι τῶν κραταιῶν οντες ἐχόμενα τῆς πέτρας γινόμενοι καταπίνονται, τῶν κηρύκων τῆς ἀληθείας οὐ καταπινομένων ἀλλ' ἑστηκότων ἐπ' αὐτῆς καὶ ὑψουμένων ( Εστησε γὰρ ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ ̓Εν πέτρᾳ υψωσέ με) καὶ προσέτι καὶ πινόντων ἀπ' αὐτῆς· Επινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ην ὁ Χριστός. ̓Οστᾶ δὲ ψυχῆς ῥητέον τὰς ψυχῆς δυνάμεις καθὰ ειρηται. ταῦτα εἰ μὲν κατωρθωμένως ἐπιτελοῖντο ὑμνοῦντα θεὸν ἐρεῖ Κύριε κύριε τίς ομοιός σοι; εἰ δ' ἁμαρτάνοιεν καὶ διαστρέφοιντο δι' αὐτοῦ τοῦ κατὰ κακίαν ἐνεργεῖν, πᾶσαν συμφωνίαν καὶ ἑνότητα ἀποβάλλουσαι διασκεδάννυνται οὐχ οπου ετυχεν ἀλλ' ενθα τὸ χωρίον τῶν νεκρωθεισῶν ψυχῶν. ἀλλ' ουν εἰ καὶ τοῦτο ἐξ ἀπροσεξίας ὑπῆρκται, ἀλλὰ καὶ δυνατὸν τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς αραι πρὸς τὸν κύριον τὸν δυνάμενον εἰς ταὐτὸν συναγαγεῖν τὰ διασκορπισθέντα παρὰ τὸν ᾳδην ἡρμηνευμένα ὀστᾶ ωστε εκαστον ἑκάστῳ, καὶ ὡς ἡ γραφὴ ειπεν ̔Εκάτερον ἑκατέρῳ, ἀποδοῦναι τῇ οἰκείᾳ ἁρμονίᾳ. Ευ δὲ καὶ τὸ πληθυντικῶς ἐπὶ τοῦ διασκορπισμοῦ φάναι (∆ιεσκορπίσθη γὰρ τὰ ὀστᾶ ἡμῶν), ἑνικῶς εἰρημένου τοῦ σωτηριώδους· οὐ γὰρ ειρηται Οτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, ἀλλ' Οἱ ὀφθαλμοί μου. ὁτὲ γὰρ πρὸς κύριον τὸ νεῦμα ἑνότης τῶν πρὸς αὐτὸν ὁρώντων, ὁτὲ δὲ κακία καὶ τῶν ὀστῶν διασκορπισμὸς πλῆθος, λέγοντες οἱ ταῦτα παθόντες. παραβαλεῖς τούτοις καὶ τὴν πρώτην πρὸς τὸν ̓Αδὰμ θεοῦ ἐντολήν, ἐπὶ μὲν τῆς προστάξεως τὸ ἑνικόν, ἐπὶ δὲ τῆς ἀπαγορεύσεως τὸ πληθυντικὸν εχουσαν· Καὶ ἐνετείλατο γάρ φησι κύριος ὁ θεὸς τῷ Ἀδάμ ̓Απὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγετε ἀπ' αὐτοῦ· ῃ δ' αν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, ειπεν. εἰ δὲ ἐν τῇ δεκαλόγῳ καὶ αἱ προστάξεις καὶ ἀπαγορεύσεις ἑνικῶς ἐξηνέχθησαν, οὐκ ἀθετεῖται τὰ εναγχος ῥηθέντα· καὶ ταῦτα γὰρ οἰκείας ἐξηγήσεως κατὰ καιρὸν τεύξεται. 1232 Ps 140,8b.9 Πρὸς σέ, ω κύριε, ηρα τοὺς ὀφθαλμούς μου, ἐλπίσας ἐπὶ σέ· διὸ μὴ ἀντανέλῃς τὴν ψυχήν μου, ὡς τέλεον αὐτὴν ἐκπεσεῖν. εἰ γὰρ καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἑκάστου ἡμῶν παρὰ τὸν ᾳδην, ἀλλ' ουν ἐλπίζω οτι συνάξας ἀποκαταστήσεις αὐτὰ τῇ οἰκείᾳ συμφωνίᾳ καὶ ἁρμονίᾳ· ου γενομένου τῇ σῇ ἀγαθότητι, οὐ μόνον οὐκ ἀναιρεθήσεται ἡ ψυχή μου ἀλλὰ καὶ σωθήσεται, σου φυλάττοντός με ἀφ' ης συνεστήσαντό μοι παγίδος. οὐκ ἐκ μόνης δὲ ταύτης ἀλλὰ καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν φυλάξεις με. Καὶ τάχα παγὶς μὲν συνισταμένη μοι πρὸς τῶν πονηρῶν ἡ κατὰ ψευδοδοξίαν ἀπάτη ἐστί, τὸ δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν σκάνδαλον ἡ ἠθικὴ κακία, τοῦ ἀβεβαίου σκανδαλιζομένου, οταν πλείονας ὁρᾷ ἀνομοῦντας· τούτου μαρτύριον τὸ ∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν φυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἀπόδειξις τοῦ καὶ τὴν συσταθεῖσαν ἀπατηλῶς παγίδα τὴν ψευδώνυμον ειναι γνῶσιν ἐκ τοῦ ̓Εκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας. 1233 Ps 140,10 Εἰ μὲν περὶ τοῦ διαβόλου λέγοιτο, ἐξήγησις εσται τοιαύτη· ἀμφίβληστρον εχει ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν πεπλεγμένον ἐκ τῶν ποικίλων αὐτοῦ νοημάτων πάντων τυγχανόντων δεινῶν πρὸς τὸ ἀπατῆσαι, ῳ περιβάλλων τοὺς ἀνθρώπους δι' ἁμαρτίας εἰς πτῶμα φέρει, ὡς εὐθὺς αὐτοὺς