262
τίμησον, ἐλεημοσύνας ποιῶν, εὐεργεσίας, λειτουργίας. Τί τὸ ὄφελος ἀπὸ τῶν πολλῶν ὀδυρμῶν; Ἐγὼ δὲ καὶ ἕτερον ἤκουσα χαλεπόν· ὅτι δὴ πολλαὶ καὶ ἐραστὰς ἐπισπῶνται διὰ τῶν θρήνων, τῇ θερμότητι τῶν κοπετῶν φιλανδρίας δόξαν ἑαυταῖς κατασκευάζουσαι. Ὢ διαβολικῆς ἐπινοίας! ὢ σατανικῆς ἐφευρέσεως! μέχρι πότε γῆ καὶ σποδὸς ἡμεῖς, μέχρι πότε αἷμα καὶ σάρκες; Ἀναβλέψωμεν εἰς τοὺς οὐρανοὺς, λάβωμεν ἔννοιαν τῶν πνευματικῶν. Πῶς Ἕλλησιν ἐπιτιμῆσαι δυνησόμεθα; πῶς παραμυθήσασθαι τοιαῦτα ποιοῦντες; πῶς αὐτοῖς περὶ ἀναστάσεως διαλεξόμεθα; πῶς περὶ τῆς ἄλλης φιλοσοφίας; πῶς αὐτοὶ βιωσόμεθα μετ' ἀδείας; οὐκ οἶδας, ὅτι ἀπὸ λύπης ἐκβαίνει θάνατος; Σκοτίζουσα γὰρ τὸ διορατικὸν τῆς ψυχῆς, οὐ μόνον οὐδὲν ἀφίησιν ἰδεῖν τῶν δεόντων, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἐργάζεται. Ἐκείνως μὲν οὖν καὶ τῷ Θεῷ προσκρούομεν, καὶ οὔτε ἑαυτοὺς, οὔτε τὸν ἀπελθόντα ὠφελοῦμεν· οὕτω δὲ καὶ τῷ Θεῷ εὐαρεστοῦμεν, καὶ παρὰ ἀνθρώποις εὐδοκιμοῦμεν. Ἐὰν γὰρ μὴ καταπέσωμεν καὶ αὐτοὶ, ταχέως ἀναιρεῖ τὸ λείψανον τῆς ἀθυμίας· ἐὰν δὲ ἀγανακτῶμεν, ἀφίησιν ἡμᾶς ἐκδότους τῇ λύπη γενέσθαι. Ἐὰν εὐχαριστῶμεν, οὐκ ἀθυμήσομεν. Καὶ πῶς δύναται, φησὶ, μὴ λυπεῖσθαι ὁ υἱὸν ἢ θυγατέρα ἢ γυναῖκα ἀποβαλών; Οὐ λέγω, μὴ λυπεῖσθαι, ἀλλὰ μὴ ἀμέτρως τοῦτο ποιεῖν. Ἐὰν γὰρ ἐννοήσωμεν ὅτι ὁ Θεὸς ἀφείλετο, ὅτι θνητὸν ἔσχομεν ἄνδρα καὶ υἱὸν, ταχέως ληψόμεθα παραμυθίαν. Τὸ γὰρ ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης, καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; Μὴ ἀλγεῖς ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τούτου ζῇν; Οὕτω ποίει καὶ ἐπὶ τοῦ θανάτου, καὶ μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γενόμενος. Ἅπαξ τοῦτο ὡρίσθη. Μὴ τοίνυν ἄλγει, μηδὲ κατακόπτου, ἀλλὰ στέργε τὰ κοινῇ πᾶσι νομοθετηθέντα· ἄλγει δὲ ὑπὲρ τῶν ἁμαρτημάτων. Τοῦτο γὰρ πένθος καλὸν, τοῦτο φιλοσοφία μεγίστη. Οὐκοῦν τοῦτο πενθῶμεν διηνεκῶς, ἵνα τῆς ἐκεῖ χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.349 ΟΜΙΛΙΑ ΞΙʹ. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες
μετ' αὐτῆς, καὶ τὰ ἑξῆς. αʹ. Μέγα ἀγαθὸν φιλοσοφία· φιλοσοφίαν δὲ λέγω τὴν παρ' ἡμῖν. Τὰ γὰρ τῶν
ἔξωθεν, ῥήματα καὶ μῦθοι μόνον εἰσί· καὶ οὐδὲ αὐτοὶ οἱ μῦθοι φιλόσοφόν τι ἔχοντες. ∆όξης γὰρ ἕνεκεν ἅπαντα γίνονται τὰ παρ' ἐκείνοις. Μέγα τοίνυν ἀγαθὸν ἡ φιλοσοφία, καὶ τὰς ἀμοιβὰς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὅ τε γὰρ χρημάτων καταφρονῶν, ἐντεῦθεν ἤδη καρποῦται τὸ ὄφελος, φροντίδων ἀπαλλαττόμενος περιττῶν καὶ ἀνονήτων· ὅ τε δόξαν καταπατῶν, ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, οὐδενὸς δοῦλος ὢν, ἀλλὰ τὴν ὄντως ἐλευθερίαν ἐλεύθερος. Ὁ τῶν οὐρανίων ἐπιθυμῶν, ἐντεῦθεν λαμβάνει τὴν ἀντίδοσιν, οὐδὲν τὰ παρόντα εἶναι νομίζων πράγματα, καὶ λύπης ἁπάσης κρατῶν ῥᾳδίως. Ἰδοὺ γοῦν καὶ ἡ γυνὴ αὕτη φιλοσοφοῦσα τὸν μισθὸν ἐντεῦθεν ἀπέλαβε. Καὶ γὰρ πάντων παρακαθημένων πενθούσῃ καὶ κοπτομένῃ, οὐ περιέμενεν ἐλθεῖν πρὸς αὐτὴν τὸν διδάσκαλον, οὔτε τὴν ἀξίαν ἐτήρησεν, οὔτε ὑπὸ τοῦ πένθους κατεσχέθη. Καὶ γὰρ μετὰ τῆς ἄλλης ταλαιπωρίας αἱ πενθοῦσαι καὶ τοῦτο τὸ νόσημα ἔχουσι, φιλοτιμεῖσθαι ἐπὶ τῶν παρόντων βουλόμεναι. Ἀλλ' οὐδὲν τούτων αὕτη ἔπαθεν, ἀλλ' ἅμα ἤκουσε, καὶ ἔρχεται ταχὺ πρὸς αὐτόν. Ὁ δὲ Ἰησοῦς οὔπω ἐληλύθει εἰς τὴν κώμην. Σχολαιότερον γὰρ ἐβάδιζεν, ἵνα μὴ δόξῃ ἐπιῤῥίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλὰ ἀξιούμενος παρ' ἐκείνων. Ἢ τοῦτο γοῦν βουλόμενος αἰνίξασθαι ὁ εὐαγγελιστὴς τὸ, Ἐγείρεται ταχὺ,