1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

263

ἁμαρτωλοὺς ἀποδείκνυσθαι, μόνων ἐκφευγόντων αὐτὸ τῶν δυναμένων εἰπεῖν Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· οθεν καὶ πολλοὺς ἀγρεύσας θεοποιῶν τὰ δίκτυα, οις πρὸς θήραν τῶν ἠπατημένων ἐχρήσατο θεοῦ ἐπὶ σαγήνῃ καὶ θυμίᾳ τῷ ἀμφιβλήστρῳ ὡς ἐν τῷ προφήτῃ γέγραπται. ̓Αλλ' εἰ καὶ πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί, ἀλλ' ἐγὼ πάντων ἀναχωρήσας τῶν ὑλικῶν κατὰ μόνας εἰμί, εως αν παρέλθω τὸν ἐπίκηρον βίον καὶ τῶν κακῶν τὸ πλῆθος καὶ κολληθῶ τῷ κυρίῳ ἐπὶ τῷ εν πνεῦμα πρὸς αὐτὸν γενέσθαι.

1234 Ps 141,5 Οὐδεὶς ἐπιγινώσκεται τὸ σοφὸν τῶν ὑλικῶν καὶ ἠλιθίων, ἐπεὶ

περὶ τοῦ σοφοῦ καὶ τῆς σοφίας διάληψιν οὐδὲ τὴν ἀρχὴν εχουσι, μόνων τῶν σοφῶν ἐπιγινωσκόντων ἑαυτούς τε καὶ τοὺς παραπλησίους. ἐπεὶ ουν, φησίν, οὐκ ην ὁ ἐπιγινώσκων με, ἐγὼ κατενόουν εἰς τὰ δεξιὰ οις ἐπιβλέπω πρότερον ἐσχηκὼς αὐτῶν κατανόησιν, ινα ετι σοφωτέρου μου γεγενημένου ετι μᾶλλον ἡ καρδία μου εἰς δεξιὰν ελθοι οὐδὲν αἰσθητὸν ετι ἀλλὰ πάντα νοητὰ θεωροῦσα. καὶ ἐπεὶ πᾶς ὁ ἁμαρτάνων φεύγει θεόν, ὡς παρίσταται ἐκ τοῦ μετὰ παράβασιν λέγεσθαι Καὶ εφυγον ἀπὸ προσώπου τοῦ θεοῦ ο τε ̓Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ὁ μηκέτι ἁμαρτάνων ἀλλὰ κατορθώσας ἀναμαρτησίαν ἐρεῖ ̓Απώλετο φυγὴ ἀπ' ἐμοῦ, τουτέστιν ἀπώλετο ἀπ' ἐμοῦ κακία εἰς ην κρύπτονται καὶ χωροῦσιν οἱ φεύγοντες θεόν. διὸ καὶ οὐκ εστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, φανερωθεῖσαν θεῷ καὶ παραστᾶσαν ἐνώπιον αὐτοῦ. ζητήσεως δ' ἐπίτασιν δηλοῖ τὸ ̓Εκζητῶν· ζητεῖται καὶ ἐκζητεῖται τὸ ἀπολωλός. ταὐτὸν δὲ τὸ ἀπολωλέναι καὶ πεφευγέναι. καὶ ὁ ἐν κακίᾳ δὲ γεγονὼς οτε μετανοεῖν αρχεται φεύγει ταύτην· Φεύγετε γάρ φησι τὴν εἰδωλολατρείαν, καὶ ̔Ως ἀπὸ προσώπου οφεως φεῦγε ἀπ' ἁμαρτίας. καὶ ἐπιτείνει γε τὴν φυγὴν ὁσημέραι διὰ προκοπῆς μακρυνόμενος ης καταλέλοιπεν εξεως ὡς ἐπὶ τὴν ἀκραιφνεστάτην ἀρετὴν ἐλθεῖν, στὰς λοιπὸν ἐν τῷ ἀγαθῷ βεβαίως ἐρεῖ τὸ ̓Απώλετο φυγὴ ἀπ' ἐμοῦ· οὐκέτι γὰρ εχω διώκουσαν ἁμαρτίαν οὐδὲ τὸν ἐκζητοῦντα τὴν ψυχήν μου γενομένην ἐν τῷ φρουρίῳ τῆς εὐσεβείας. 1235 Ps 141,8a Κατὰ ἀναγωγὴν δὲ ἡ κακία καὶ ἡ δυσσεβεία πᾶσα ωσπερ φρουρά τις ενδον τὰς ψυχὰς περιλαβοῦσα κατεῖχεν· ἀφ' ης φυλακῆς ἑκάστη ἀναπέμπει τὴν προκειμένην εὐχήν, ὡς ἐπινεύσαντα τὸν κύριον ἐληλυθέναι ἐπὶ τῷ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οικου φυλακῆς καθημένους ἐν σκότει.

1236 Ps 142,1.2 ̔Ο μὲν τρίτος ψαλμὸς ἐπιγέγραπται Ψαλμὸς τῷ ∆αυίδ, ὁπότε

ἀπεδίδρασκεν ἀπὸ προσώπου ̓Αβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, ἐνταῦθα δὲ Οτε αὐτὸν ὁ υἱὸς αὐτοῦ κατεδίωκεν. οὐχ ουτω δὲ δεινὸν τὸ φυγεῖν ἀπό τινος ὡς ἐκεῖνον διώκειν. ἐνδέχεται δὲ καὶ ἐξ ὑπονοίας μόνης φεύγειν, τὸ μέντοι τὸν διωκόμενον ἐλαύνεσθαι ἐμφαίνει τὴν ὠμότητα καὶ ἀγριότητα τοῦ διώκοντος. Φησὶν ουν· Πολλῶν ἐπιδεὴς ων κατέφυγον πρὸς σέ, ἐπιστάμενος ἀκριβῶς οτι πληρώσεις με πάντων ων ἐλλειπής εἰμι ἐνωτισάμενος τὴν δέησιν μου ἐν τῇ ἀληθείᾳ τῷ μονογενεῖ σου γεννήματι τῷ εἰπόντι ̓Εγώ εἰμι ἡ ἀλήθεια. η ἐπεὶ ἐν εἰκόνι καὶ σκιᾷ τέως λατρεύω, ευχομαι καὶ τὸ λεῖπόν μοι δοθῆναι. εστι δὲ τὸ ὑπερβῆναι τὴν τυπικὴν θεραπείαν ἐπὶ τῷ γυμνῇ τῇ ἀληθείᾳ σου προσβαλεῖν, ινα πνεύματι καὶ ἀληθείᾳ σοι προσκυνήσω. ̓Επάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, δικαιώσας με ἐν αὐτῇ. ἡ γὰρ ἐμὴ δικαιοσύνη ὡς οὐδὲν ἐναντίον σου λογισθήσεται. διὸ καὶ ἀξιῶ, οπως μὴ εἰσέλθῃς εἰς κρίσιν μετ' ἐμοῦ· εἰμὶ γάρ σου δοῦλος, καὶ κριθῆναι πρὸς σὲ η ἐπὶ σοῦ φοβοῦμαι. ἐξετάζεις γὰρ οὐ τοὺς λόγους η τὰ εργα μόνον ἀλλὰ καὶ τὴν πρόθεσιν ἀφ' ης ταῦτα· οθεν τῶν ζώντων οὐδείς, καν ἀκροτάτην ἀρετὴν εχει, δικαιωθῆναι ἐνώπιόν σου δυνήσεται. πάντες γοῦν οἱ δίκαιοι συγκρίνοντες τὴν σφῶν δικαιοσύνην τῇ σῇ ἀπὸ