264
διαθέσεως ἀληθευούσης φασὶν ̔Ως ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐναντίον σου· δικαιούμεθα δὲ δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ, εχοντες τὴν δικαιοσύνην τὴν χωρὶς νόμου φανερωθεῖσαν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Η τάχα ἐπεὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ευχεται τελείαν πίστιν παρ' αὐτοῦ λαβεῖν, ινα τύχῃ τοῦ μὴ κριθῆναι. γίνεται γὰρ ἡ κρίσις πρὸς ἀγαπήσαντας μᾶλλον τὸ σκότος η τὸ φῶς τῷ πονηρὰ εργα εχειν. οὐκοῦν οταν ἐπακούσῃ ὁ θεὸς τινὶ ἐν τῇ δικαιοσύνῃ ἑαυτοῦ, οὐκ εἰσέρχεται μετ' αὐτοῦ εἰς κρίσιν· τυγχάνει γὰρ αὐτοῦ δοῦλος, ποιῶν ταῦτα πάντα τὰ διαταχθέντα αὐτῷ. 1237 Ps 142,3b-4a Ταπεινωθῆναι εἰς γῆν ἐστι τὴν ζωήν τινος τὸ σκοπεῖν τὰ κάτω καὶ φρονεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς γὰρ μετεωρίζεται καὶ ὑψοῦται ἡ ζωὴ τῶν θησαυριζόντων ἐν οὐρανῷ κἀκεῖ τὴν καρδίαν εχειν, ουτως ὁ θησαυρίζων ἐπὶ τῆς γῆς καὶ περὶ τὰ αἰσθητὰ τὴν διάνοιαν εχων ταπεινοῦται, εἰς γῆν τὴν ζωὴν αὐτοῦ εχων. ̓Εν σκοτεινοῖς δέ φησιν αἰῶνος (ενθα αρχουσιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου) ὡς τὸν ἁλόντα ὁμοιωθῆναι τοῖς νεκροῖς τοῦ αἰῶνος. ουτοι δέ εἰσιν οἱ λεγόμενοι υἱοὶ τοῦ αἰῶνος τούτου, πλὴν ὁ ταῦτα ἀποδυράμενος οὐ νεκρὸς αἰῶνος ἀλλ' ὡς νεκρὸς αἰῶνος γέγονε. διὸ καὶ ἠκηδίασεν ἐπ' αὐτῷ τὸ βοηθείας χάριν συνὸν αὐτῷ πνεῦμα λεγόμενον πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. ἐπεὶ γὰρ τὸν βοηθούμενον ὑπ' αὐτοῦ ανθρωπον ειδε τοῖς προκειμένοις περιτυχόντα, εἰκότως ἠκηδίασε καὶ ἠθύμησεν ατε μόνον εἰδὸς τὰ τοῦ ἀνθρώπου. 1238 Ps 142,6b Ταύτην τὴν ανυδρον γῆν καὶ τὰς παραπλησίους ψυχὰς ἀνύδρους τόπους ουσας διέρχεται τὸ πνεῦμα τὸ ἀκάθαρτον, οὐχ εὑρίσκον παρ' αὐτοῖς μονὴν η ἀνάπαυσιν. πλὴν εἰ καὶ ανυδροι τυγχάνουσι τῷ στερεῖσθαι τῶν φαύλων ὑδάτων, ἀλλ' ουν διώκουσι τὸν κύριον ἐπὶ τῷ ορθρον ετοιμον εὑρεῖν αὐτόν, οτε καὶ ηξει αὐταῖς ὡς ὑετὸς πρόϊμος καὶ οψιμος. διὸ καὶ ενυδροι γενήσονται, πηγὰς ἐν αὐταῖς εχουσαι υδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον. 1239 Ps 142,7bc Καὶ ἐπεὶ τὸ αγιον πνεῦμα οὐχ ὑπομένει ειναι ενθα ἁμαρτία, εἰπὼν Κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ τὰ ἑπόμενα, εὐλαβεῖται μὴ διὰ ταῦτα ἐγκαταλείψει αὐτὸν τότε ὡς παρὸν αὐτῷ πνεῦμα, ὡς ειναι τὸ προκείμενον ταὐτὸν τῷ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, καὶ Τὸ πνεῦμα τὸ αγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. οὐδεὶς γὰρ τῶν ἐν οψει θεοῦ καὶ ἐχόντων πνεῦμα εὐθὺς ἀποβάλλεται ἁμαρτάνων ἀλλ' ὁ ἐπιτείνων τὸ ἁμαρτάνειν ὡς εξιν χειρίστην συγκροτῆσαι· τότε γὰρ ἐκβληθήσεται ὁ τοιοῦτος τοῦ θεϊκοῦ προσώπου καὶ ἀφαιρεθείη τοῦ ἁγίου πνεύματος. ομως δὲ εἰ καὶ μὴ γυμνοῦται ὁ ουτως εχων τοῦ πνεύματος, ἀλλ' ουν λυπεῖ αὐτὸ παρὸν διὰ τοῦ ἁμαρτάνειν. 1240 Ps 142,8a ̓Εν ἀρχῇ τῆς ὑπὸ σοῦ φωτιζομένης ἡμέρας τυγχάνοντι καὶ ἀρξαμένῳ καταλάμπεσθαι ἀνατολῆς ἡλίου τοῦ τῆς δικαιοσύνης σου ἀκουστόν μοι ποίησον τὸ ελεος· ουτω περὶ αὐτοῦ λαλῶν ὡς ἡ ἐμὴ εξις καὶ ἀκοή. τότε γὰρ καὶ ὠφεληθεὶς ἐκ τῆς περὶ αὐτοῦ ἀκροάσεως προκόψαι δυνήσομαι ὡς καὶ ἰδεῖν αὐτὸ ποθῆσαι. τεύξομαι δὲ καὶ τῆς θέας αὐτοῦ, οταν μετὰ πάντων τῶν ὁμοζήλων παρακαλῶν ειπω ∆εῖξον ἡμῖν, κύριε, τὸ ελεός σου· ὁρατὸν γὰρ τότε γίνεται, οταν ἀκουστόν τις αὐτὸ λάβοι οὐκ ἐν ἀγνοίᾳ ἀλλ' ἐν ἀρχῇ γνώσεως ων, ο διὰ τοῦ Πρωῒ ἐδήλωσεν. 1241 Ps 142,8c Τάχα δὲ καὶ τὰς προτέρας ὁδούς, Μωυσέα καὶ τοὺς προφήτας, βαδίσας τις κατὰ τὸ Στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας, μετὰ τὴν ἐν αὐταῖς πορείαν ζητῶν τὴν ὁδὸν τὴν ἀγαθὴν τῷ ταύτης πατρὶ ἐρεῖ μόνῳ γινώσκοντι τὴν ὁδὸν ουσαν υἱὸν Γνώρισόν μοι ὁδὸν ἐν ῃ πορεύσομαι. διὸ καὶ ἐπινεύσαντος τοῦ πατρὸς ἐμφανίζουσα ἑαυτὴν ἐρεῖ τοῖς ἀξίοις ̓Εγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ερχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ. 1242 Ps 142,9 ̔Υπὸ ἑνὸς ἐχθροῦ καταδιωχθείσης τῆς ψυχῆς αὐτοῦ ὡς ἀρτίως ειπεν, ἀπὸ πλήθους ἐχθρῶν ἐξαιρεθῆναι νῦν παρακαλεῖ. ἀλλ' οὐ μάχονται αἱ ουτω διάφοροι λέξεις· τὸν μὲν γὰρ ἀρχηγέτην τῆς κακίας ἐχθρὸν ενα ειπε, τὴν δὲ