264
τῆς φύσεως ἦν τῆς ἡμετέρας, ὑπὸ τοῦ πένθους ἐκρατήθη καὶ ἅπαξ καὶ δεύτερον. Τί δὲ ὁ Ἰησοῦς; Τῶν μὲν ἐγκλημάτων ἕνεκεν οὐδὲν αὐτοῖς ἀπολογεῖται· τί γὰρ ἔδει διὰ ῥημάτων ἐπιστομίζειν μέλλοντας αὐτίκα διὰ τῶν ἔργων τοῦτο πάσχειν, ὅπερ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν· Φησὶ δὲ, Ἄρατε τὸν λίθον. Τί δήποτε δὲ οὐχὶ ἀπὼν ἐκάλεσε καὶ παρέστησεν αὐτόν; μᾶλλον δὲ διατί οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι; Καὶ γὰρ ὁ δυνάμενος σῶμα 59.351 κινῆσαι νεκρὸν τῇ φωνῇ, καὶ ἐψυχωμένον πάλιν δεῖξαι, πολλῷ μᾶλλον λίθον κινῆσαι ἴσχυσεν ἂν τῇ αὐτῇ φωνῇ· ὁ τὸν δεδεμένον κειρίαις καὶ ταύταις συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί λέγω; Καὶ ἀπὼν τοῦτο ἔπραξεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησεν; Ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος· ἵνα μὴ τοῦτο λέγωσιν, ὃ καὶ ἐπὶ τοῦ τυφλοῦ, ὅτι Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες, καὶ τὸ παραγενέσθαι εἰς τὸ μνημεῖον, ἐμαρτύρουν ὅτι αὐτός ἐστιν. Ὥστε εἰ μὴ παρεγένοντο, καὶ φάντασμα ἂν ἐνόμισαν, ἢ ἕτερον ἀνθ' ἑτέρου ὁρᾷν. Νῦν δὲ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον τὸν τεθνηκότα ἐπιτραπῆναι λῦσαι τῶν δεσμῶν, καὶ τὸ τοὺς φίλους τοὺς ἐξενεγκόντας τοῦ τάφου, ὡς αὐτός ἐστιν, ἀπὸ τῶν σπαργάνων ἐπιγινώσκειν, καὶ τὸ τὰς ἀδελφὰς μὴ ἀπολειφθῆναι, καὶ τὸ ταύτην εἰπεῖν· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι· πάντα ἤδη ταῦτα ἱκανὰ ἐπιστομίσαι ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου. ∆ιὰ τοῦτο αὐτοὺς κελεύει τὸν λίθον ἆραι ἀπὸ τοῦ τάφου, δεικνὺς ὅτι αὐτὸν ἐγείρει· διὰ τοῦτο καὶ ἐρωτᾷ· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ἀγαγόντες αὐτὸν, μὴ ἔχωσι λέγειν ὅτι ἕτερον ἤγειρεν· ἵνα καὶ ἡ φωνὴ, καὶ αἱ χεῖρες μαρτυρῶσιν (ἡ μὲν φωνὴ, λέγουσα, Ἔρχου καὶ ἴδε· αἱ δὲ χεῖρες, τὸν λίθον ἄρασαι, τὰ σπάργανα λύσασαι)· καὶ ἡ ὄψις καὶ ἡ ἀκοή (ἐκείνη, τῆς φωνῆς ἀκούσασα· αὕτη, ἰδοῦσα ἐξελθόντα)· καὶ ἡ ὄσφρησις δὲ, τῆς δυσωδίας ἀντιλαμβανομένη· φησὶ γάρ· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Εἰκότως ἄρα ἔλεγον, ὅτι οὐδὲν οὐ συνίει τὸ γύναιον ὧν εἶπεν ὁ Χριστὸς, ὅτι Κἂν ἀποθάνῃ, ζήσεται. Ὅρα γοῦν ἐνταῦθα τί φησιν, ὡς ἀδυνάτου τοῦ πράγματος ὄντος λοιπὸν διὰ χρόνον. Καὶ γὰρ ἦν ξένον, τὸ τεταρταῖον καὶ διεφθορότα ἀναστῆσαι νεκρόν. Καὶ τοῖς μὲν μαθηταῖς εἶπεν· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ, περὶ ἑαυτοῦ δηλῶν· τῇ γυναικὶ δὲ, Ὄψει τὴν δόξαν τοῦ Θεοῦ, περὶ τοῦ Πατρὸς λέγων. Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῶν ἀκουόντων, τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἐστίν; Ἀναμιμνήσκει δὲ ὧν διελέχθη πρὸς αὐτὴν, σχεδὸν ἐπιτιμῶν ὡς ἂν ἀμνημονούσῃ. Ἢ καὶ ἐπεὶ οὐκ ἠβούλετο τέως ἐκπλῆξαι τοὺς παρόντας, ἠρέμα φησίν· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; γʹ. Μέγα ἄρα πίστις ἀγαθὸν, μέγα, καὶ πολλῶν ἀγαθῶν αἴτιον· ὥστε τὰ τοῦ Θεοῦ δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν ἐν τῷ ὀνόματι τῷ ἐκείνου. Ἐὰν γὰρ πιστεύσητε, φησὶν, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ποῖα, φησὶ, μείζονα; Ἃ οἱ μαθηταὶ φαίνονται μετὰ ταῦτα ποιοῦντες. Καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρεν. Οὕτως ἐκηρύττετο καὶ ἡ τοῦ Χριστοῦ μᾶλλον δύναμις. Καὶ γὰρ οὐχ οὕτω θαυμαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς θανόντος αὐτοῦ ἑτέρους ἐν τῷ ὀνόματι ἐκείνου μείζονα αὐτοῦ δυνηθῆναι. Ἀναμφισβήτητος γὰρ ἦν τοῦτο τῆς ἀναστάσεως ἀπόδειξις· οὐκ ἂν, οὐδὲ εἰ πᾶσιν ὤφθη, οὕ 59.352 τως ἐπιστεύθη. Ἐκεῖνοι μὲν γὰρ εἶχον ἂν καὶ εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνου πολλῷ μείζονα γινόμενα σημεῖα, ἢ ὅτε αὐτὸς συνανεστρέφετο μετὰ ἀνθρώπων, οὐκ ἂν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσθητος ἦν. Μέγα τοίνυν ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, ἀπὸ φίλτρου πολλοῦ καὶ ζεούσης ψυχῆς. Αὕτη φιλοσόφους ἡμᾶς δείκνυσιν, αὕτη τὴν εὐτέλειαν τὴν ἀνθρωπίνην ἀποκρύπτει, καὶ τοὺς λογισμοὺς ἀφεῖσα κάτω, περὶ τῶν ἐν οὐρανοῖς φιλοσοφεῖ πραγμάτων· μᾶλλον δὲ, ὅπερ ἡ τῶν ἀνθρώπων σοφία εὑρεῖν οὐ δύναται, ἐκ περιουσίας τοῦτο