265
στρατιὰν αὐτοῦ πληθυντικῶς ἐκάλεσεν ἐχθρούς. ̓Απαιτεῖ δὲ τὸ ἐξαιρεθῆναι ἀπὸ τῶν ἐχθρῶν δικαιότατα, ἐπείπερ πρὸς οὐδένα η πρὸς αὐτὸν μόνον κατέφυγεν. 1243 Ps 142,10 ∆ίδαξόν με, φησίν, μὴ εἰδέναι μόνον ἀλλὰ καὶ ποιεῖν τὸ θέλημά σου· οὐ γὰρ τὸ ἐπίστασθαι αὐτὸ ανευ τοῦ ἐνεργεῖν ἁγιαστικὸν καὶ μακαριοποιόν ἐστιν ἀλλ' ἐνεργούμενον καὶ πραττόμενον. διὸ καὶ ὁ σωτήρ φησιν Οὐ πᾶς ὁ λέγων μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. φανερὸν δὲ οτι ὁ ποιῶν τοῦ θεοῦ τὸ θέλημα καὶ ἐπίσταται αὐτό, οὐ πάντως τοῦ εἰδότος καὶ μὴ ποιοῦντος· τούτῳ συνᾴδει τὸ Μάθετε καλὸν ποιεῖν. τίς δὲ αυτη ἡ μάθησις τοῦ θείου θελήματος ἡ ἑξῆς σημαίνει λέξις, οτι ὁδήγησις τοῦ ἁγίου πνεύματός ἐστιν εἰς τὴν εὐθείαν γῆν. ὁ γὰρ μαθὼν τὸ ἐν ἠθικαῖς ἀρεταῖς τοῦ θεοῦ τὸ θέλημα ὁδηγηθήσεται δωρεᾷ θεοῦ ὑπὸ πνεύματος ἁγίου τοῦ ἐνεργοῦντος ἐπὶ τὴν ἀλήθειαν πᾶσαν. γῆ δὲ εὐθεία ἡ ἀγαθὴ καὶ καθαρὰ καρδία ἐστὶν ἐν ῃ ὁ ̓Ιησοῦ καρποφορήσει σπόρος η ὁ τῶν πραέων. ∆ύναται δὲ καὶ ουτως· ∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, οπως αν μὴ τυπικῶς ετι ἀλλὰ πνευματικῶς ἐπιτελῶ σου τὸν νόμον τυγχάνοντα οὐχ ετερον τοῦ θελήματός σου· προκόψας δὲ μέχρι τούτου καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος ποδηγηθείην ἐν τῇ εὐθείᾳ γῇ, πρόσωπον πρὸς πρόσωπον περιαρθρῶν λοιπὸν τὴν ἀλήθειαν. Εν τισι φέρεται ἀντὶ τοῦ Τὸ πνεῦμα τὸ αγιόν σου Τὸ πνεῦμα τὸ ἀγαθόν σου· ἐξ ου παρίσταται τὸ αγιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν αγιον ειναι, ἀγαθὸν δὲ οὐ κατὰ μετουσίαν ἀγαθότητος ἀλλὰ τῷ κατ' οὐσίαν ειναι τοιοῦτον ωσπερ καὶ αγιον. τοιοῦτος δὲ καὶ ὁ πατήρ· καὶ ειρηται γοῦν περὶ αὐτοῦ Πάτερ αγιε, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εις ὁ θεός. καὶ ὁ υἱὸς δὲ ἐξ ἀγαθοῦ καὶ ἁγίου ἀγαθὸς καὶ αγιος ειρηται ειναι. 1244 Ps 142,11 Ενεκα τοῦ ἐπικεκλημένου ὀνόματός σου σὸς χρηματίζω. Ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου, κατὰ ταύτην δικαιῶν με· ουτω γὰρ συμβήσεται τὸ ζήσεσθαί με ἐν αὐτῇ. εἰκότως δὲ εἰς μέλλοντα χρόνον ἐνέκλινε τὸ Ζήσεις με, ἐπείπερ ἐνταῦθα ωσπερ τὰ αλλα ἀγαθὰ μερικῶς ουτω καὶ τὸ ζῆν εχομεν, ζησόμενοι τελείως τὸ τηνικαῦτα οταν φανερωθῇ Χριστὸς ἡ ζωὴ ἡμῶν· αὐτὸς γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ θεοῦ ἐν ῃ ζήσεται ὁ προσβαλὼν αὐτῇ.
1245 Ps 143,1 ̓Επεὶ πᾶν ει τι καλὸν καὶ ὠφέλιμον ἐκ θεοῦ εἰς ἀνθρώπους
παραγίνεται, ο τι ποτ' αν εχουσι περὶ τῶν τοιούτων οἱ αγιοι, εὐχαριστοῦσι τῷ θεῷ, εἰδότες αὐτὸν αιτιον τῶν ἀγαθῶν οντα. ἰδοὺ γοῦν καὶ ὁ ∆αυὶδ καταπολεμῶν τοὺς ἐχθροὺς αὐτοῦ ἐμπείρως εχειν περὶ τὰ πολεμικά, οις ἀνατρέπονται καὶ βάλλονται οἱ ἀόρατοι διάφοροι, εὐλογεῖ τὸν θεὸν διδάσκαλον αὐτῷ γινόμενον τῆς ἐπιστήμης τῶν τοιούτων πολέμων, ὡς τοὺς δακτύλους καὶ τὰς χεῖρας τοῦ εσω ἀνθρώπου τεχνικῶς ἐφάπτεσθαι τῶν ἀμυντηρίων, δι' ων εστι βαλεῖν καὶ τρῶσαι τοὺς τῆς κακίας καὶ τῆς ψευδωνύμου γνώσεως προστάτας ἀνθρώπους τε πονηροὺς καὶ δαίμονας. 1246 Ps 143,4 ̔Η σύστασις τῶν ἀνθρώπων ἐκ σώματος φθαρτοῦ καὶ ἀθανάτου ψυχῆς συνηρμοσμένη κατὰ μὲν τὴν ἀθάνατον καὶ νοερὰν ψυχὴν λογισμὸν καὶ γνῶσιν εχει τοῦ πάντων αἰτίου, κατὰ δὲ τὸ σῶμα οὐδὲν ουσα ματαιότητι παρεικάζεται τῷ τῆς ἡμέρας τῆς ζωῆς τοῦ ἀνθρώπου εὐκινήτῳ καὶ εὐαφανίστῳ σκιᾷ παραβάλλεσθαι. ομως δὲ εἰ καὶ νοερὰ ἡ τῆς ψυχῆς δύναμις, ἀλλ' ουν οὐχ ὡς ετυχε νοεῖ η λογίζεται θεὸν ἀλλ' αὐτοῦ αὐτῇ τὰ ἀγαθὰ παρέχοντος. οὐ γὰρ ειρηται Τί ἐστιν ανθρωπος, οτι γινώσκει σε καὶ λογίζεται περὶ σοῦ, ἀλλ' Οτι ἐγνώσθης καὶ λογίζῃ αὐτῷ. ἐμφανίζει γὰρ ὁ σωτὴρ ἑαυτὸν τοῖς εἰς τοῦτο παρεσκευασμένοις, καὶ ταύτῃ ἐγνῶσθαι αὐτοῖς λέγεται. γνωσθεὶς δὲ καὶ κατὰ θεωρίαν νοητὴν ὁραθεὶς δείκνυσι καὶ τὸν πατέρα τῷ αὐτὸς ἑωρᾶσθαι· ̔Ο γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς εγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ῳ αν βούληται ὁ υἱὸς ἀποκαλύψαι. ειτ' ἐπεὶ ὁ υἱὸς ἐν ἑαυτῷ εχων τὸν πατέρα δείκνυσιν αὐτὸν τῷ αὐτὸς ἑωρᾶσθαι,