265
αὕτη καταλαμβάνει καὶ κατορθοῖ. Ἐχώμεθα τοίνυν ταύτης, καὶ μὴ λογισμοῖς τὰ καθ' ἑαυτοὺς ἐπιτρέπωμεν. ∆ιατί γὰρ Ἕλληνες, εἰπέ μοι, οὐδὲν εὑρεῖν ἠδυνήθησαν; οὐχὶ σοφίαν πᾶσαν τὴν ἔξωθεν ἔγνωσαν; πόθεν οὖν ἁλιέων καὶ σκηνοποιῶν καὶ τῶν ἀσυνέτων περιγενέσθαι οὐκ ἴσχυσαν; ἆρ' οὐχ ὅτι ἐκεῖνοι μὲν λογισμοῖς, οὗτοι δὲ πίστει τὸ πᾶν ἐπέτρεψαν; ∆ιὰ τοῦτο Πλάτωνος καὶ Πυθαγόρου, καὶ πάντων ἁπλῶς τῶν πλανηθέντων οὗτοι περιεγένοντο· καὶ τοὺς ἀστρολογίᾳ, καὶ μαθηματικῇ, καὶ γεωμετρίᾳ, καὶ ἀριθμητικῇ κατατριβέντας, καὶ πᾶσαν παίδευσιν ἐκμαθόντας ὑπερέβησαν, καὶ τοσοῦτον ἐγένοντο βελτίους, ὅσον οἱ ἀληθῶς φιλόσοφοι καὶ ὄντως τῶν φύσει μωρῶν καὶ παραπαιόντων. Ὅρα γάρ· Ἀθάνατον εἶπον τὴν ψυχὴν οὗτοι· μᾶλλον δὲ οὐκ εἶπαν μόνον, ἀλλὰ καὶ ἔπεισαν. Ἐκεῖνοι δὲ πρότερον μὲν οὐδὲ ᾔδεσαν ὅ τί ποτέ ἐστι ψυχή· ἐπειδὴ δὲ εὗρον, καὶ διέστησαν ἀπὸ τοῦ σώματος αὐτὴν, πάλιν τὸ αὐτὸ ἔπαθον, οἱ μὲν ἀσώματον εἰπόντες εἶναι αὐτὴν, οἱ δὲ σῶμα, καὶ αὐτῷ τῷ σώματι συνδιαλύεσθαι. Περὶ οὐρανοῦ πάλιν οἱ μὲν εἶπον, ὅτι ἔμψυχος καὶ θεός· οἱ δὲ ἁλιεῖς, ὅτι ἔργον Θεοῦ καὶ τέχνημα, καὶ ἐδίδαξαν καὶ ἔπεισαν. Ἀλλὰ τὸ μὲν Ἕλληνας λογισμοῖς κεχρῆσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς δοκοῦντας εἶναι πιστοὺς, τούτους εὑρίσκεσθαι ψυχικοὺς, τοῦτό ἐστι τὸ θρήνων ἄξιον. ∆ιὰ τοῦτο καὶ οὗτοι ἐπλανήθησαν, ὅτι οἱ μὲν οὕτως ἔλεγον εἰδέναι Θεὸν ὡς αὐτὸς ἑαυτὸν οἶδεν, ὅπερ οὐδεὶς οὐδὲ ἐκείνων ἐτόλμησεν εἰπεῖν· οἱ δὲ ἔλεγον μὴ δύνασθαι τὸν Θεὸν ἀπαθῶς γεννᾷν, μηδὲ συγχωροῦντες αὐτῷ πλέον τι τῶν ἀνθρώπων ἔχειν· οἱ δὲ λέγοντες ὅτι οὔτε δὴ βίος ὀρθὸς οὐδὲν ὠφελεῖ, οὔτε πολιτεία ἀκριβής. Ἀλλ' οὐ καιρὸς ταῦτα ἐλέγχειν νῦν. δʹ. Ὅτι μὲν γὰρ οὐδὲν ὠφελεῖ πίστις ὀρθὴ, βίου ὄντος διεφθαρμένου, καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος δηλοῦσι, τὸ πλεῖον τούτου τοῦ μέρους φροντίσαντες· ὁ μὲν Χριστὸς, ὅταν διδάσκῃ· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Οἱ γὰρ μὴ προσέχοντες ἑαυτοῖς, εὐκόλως εἰς πονηρίαν ἐξολισθαίνουσι, κἂν πίστιν ἔχωσιν ὀρθήν. Ὁ δὲ Παῦλος, ὅταν Ἑβραίοις ἐπιστέλλων οὕτω λέγῃ καὶ παραινῇ· Εἰρήνην μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἁγιασμὸν καλῶν τὴν σω 59.353 φροσύνην, ὥστε ἕκαστον ἀρκεῖσθαι τῇ ἰδίᾳ γυναικὶ χρὴ, καὶ μὴ περιπίπτειν ἑτέρᾳ. Τὸν γὰρ μὴ ἀρκούμενον, ἀμήχανον σωθῆναι· ἀλλ' ἀνάγκη πάντως ἀπολέσθαι, κἂν μυρία ἔχῃ κατορθώματα. Μετὰ γὰρ πορνείας ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· μᾶλλον δὲ οὐ πορνεία τοῦτο λοιπὸν, ἀλλὰ μοιχεία. Ὥσπερ γὰρ ἡ δεδεμένη ἀνδρὶ, ἂν ἑτέρῳ συνέλθῃ, λοιπὸν μεμοίχευται· οὕτως ὁ δεδεμένος γυναικὶ, ἂν ἑτέραν ἔχῃ, ἐμοίχευσεν. Ὁ δὲ τοιοῦτος οὐ κληρονομήσει βασιλείαν, ἀλλ' εἰς γέενναν ἐμπεσεῖται. Ἄκουσον ἃ περὶ τούτων φησὶν ὁ Χριστός· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Οὐδεμίαν γὰρ ἔχει συγγνώμην ὁ μετὰ γυναῖκα καὶ παραμυθίαν τοσαύτην ἐξυβρίζων εἰς ἑτέραν· τοῦτο γὰρ ἀκρασία λοιπόν. Εἰ δὲ καὶ αὐτῆς ἀπέχονται οἱ πολλοὶ, ὅταν νηστείας καιρὸς ᾖ, ὅταν προσευχῆς· ὁ μηδὲ ταύτῃ ἀρκούμενος, ἀλλὰ καὶ ἑτέρᾳ μιγνύμενος, πόσον οὗτος σωρεύει πῦρ ἑαυτῷ; Εἰ τὸν ἀπολύσαντα τὴν ἑαυτοῦ καὶ ἐκβαλόντα, ἑτέρᾳ μίγνυσθαι οὐκ ἔνι· μοιχεία γὰρ τοῦτό ἐστιν· ὁ ἔνδον αὐτῆς ἑτέραν ἐπεισάγων, πόσον ἐργάζεται κακόν; Μηδεὶς τοίνυν τοῦτο τὸ νόσημα συγχωρείτω μένειν ἐν τῇ ψυχῇ, ἀλλὰ πρόῤῥιζον ἀνασπάτω. Οὐχ οὕτως ἀδικεῖ τὴν γυναῖκα, ὡς ἑαυτόν. Οὕτω γὰρ τὸ ἁμάρτημα τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον, ὅτι, ἂν μὲν εἰδωλολάτρου χωρισθῇ, μὴ βουλομένου ἐκείνου, κολάζει τὴν γυναῖκα ὁ Θεός· πόρνου δὲ ἐὰν χωρισθῇ, οὐκέτι Ὁρᾷς ὅσον ἐστὶ τοῦτο κακόν; Ἐὰν γάρ τις, φησὶ, πιστὴ ἄνδρα ἔχῃ ἄπιστον, καὶ αὐτὸς εὐδοκῇ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Περὶ δὲ πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς