1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

266

ουτω καὶ ὁ πατὴρ ἐν ἑαυτῷ εχων τὸν υἱὸν ἀποκαλύπτει αὐτὸν τῷ μηκέτι διὰ σαρκὸς καὶ αιματος ἀλλ' ἐκ θεοῦ γνῶσιν εχειν θέλοντι. 1247 Ps 143,5.6 ∆ύναται δὲ σημαίνειν τὰ προκείμενα τὴν ἐκ Μαρίας τοῦ σωτῆρος ἐπιδημίαν, οτε κλίνας τοὺς οὐρανοὺς οντας αὐτοῦ ποίημα κατῆλθεν ἐπὶ τῷ ἐξ αὐτῆς προελθεῖν. ειτ' ἐπεὶ κατελθὼν ἐπ' εὐεργεσίᾳ τῶν ολων τοὺς βλαπτικοὺς καὶ λυμεῶνας τῶν ἀνθρώπων ἀοράτους δαίμονας ἀνέτρεψεν αμα πάσῃ τῇ αὐτῶν στρατιᾷ, ηφθαι λέγεται αὐτῶν διὰ τὸ ἀλαζονικὸν καὶ ὑπερήφανον ὀρῶν καλουμένων. ειτ' ἐπεὶ μὴ χρυσὸς καὶ αργυρος τὰ καθαιρόμενα καὶ φαιδρυνόμενα τῇ πυρὸς προσβολῇ ἐν αὐτοῖς ἀλλ' ακανθαι καὶ τρίβολοι ξύλα τε καὶ χόρτος καὶ καλάμη, ἐκαπνίσθησαν ἐκ τοῦ ηφθαι αὐτῶν τὸν ἐληλυθότα πῦρ βαλεῖν ἐπὶ τῆς γῆς. ̓Εσκόρπισε δὲ αὐτοὺς ἐκλάμψει ἀστραπῆς ὁμονοοῦντας καὶ συναγομένους ἐπὶ κακίᾳ. ἀστραπὴ δὲ ἡ τοῦ θείου λόγου φανέρωσις, εἰς φόβον διεγείρουσα τοὺς ἀντιλαμβανομένους αὐτῆς. ἀλλὰ καὶ βέλη ἐξαποστείλας συνετάραξεν αὐτούς. διὰ δὲ τῶν βελῶν σημαίνει τὰς θεοῦ κολάσεις, ὡς καί φησιν ὁ ̓Ιὼβ Βέλεσιν αὐτοῦ κατηκόντισέ με, καὶ Τὰ βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ων ὁ θύμος αὐτῶν ἐκπίνει μου τὸ αιμα. Εἰ δὲ καὶ ἐπὶ τὴν δευτέραν μετὰ δόξης τοῦ κυρίου παρουσίαν ἀνάγει τις ταῦτα, μᾶλλον τὴν ἀκολουθίαν τῶν προκειμένων στίχων εὑρήσει. Εἰ δὲ καὶ ὑπερήφανοί τινες ὡς διὰ τὸ θράσος τοῦτο τῆς ἀλαζονείας ορη ειναι νομιζόμενοι διαβάλλοιεν τὴν πρόνοιαν μηδ' ολως ειναι αὐτὴν λέγοντες τῷ τὸν θεὸν μὲν οντα ἐν τῇ αὐτοῦ περιωπῇ μὴ κήδεσθαι δὲ μηδ' ολως φροντίζειν τῶν ἀνθρώπων, ευχοιτο αν ὁ εἰς αισθησιν ἀγαγεῖν αὐτοὺς βουλόμενος τοῦ καὶ τῶν ἐπὶ γῆς φροντίζειν τὸν θεόν, τῷ κυρίῳ λέγων· Κλίνας τοὺς οὐρανούς σου ἐν οις μόνοις ειναί σε λέγουσι κατάβηθι τῷ προνοητικῷ σου λόγῳ, ἐπιπόνως ἁπτόμενος αὐτῶν ὡς τὰ ὑλικὰ πάντα ἐν αὐτοῖς συμφλεχθέντα ἀποτελέσαι καπνόν. ἑπομένως δὲ καὶ τὰ ἑξῆς κατὰ ταύτην τὴν διάνοιαν εξει τὴν ἐξήγησιν. 1248 Ps 143,7.8 Οἱ ἐκπεσόντες τοῦ εχειν τὸν θεὸν πατέρα υἱοὶ ἀλλότριοί εἰσι τῷ ἐχιδνῶν γέννημα γεγονέναι η τοῦ διαβόλου. ουτοι δηλαδὴ οἱ ἀλλότριοι υἱοὶ καὶ νοήσει καὶ πράξει ἐπιβλαβεῖς καὶ λυμεῶνές εἰσι, προηγουμένως μὲν ἑαυτῶν, επειτα δὲ καὶ τῶν ἀκολουθούντων αὐτοῖς. οθεν καὶ δι' ων λέγουσι καὶ περὶ ων φρονοῦσιν ἀθέως καὶ ἀσεβῶς τὸ στόμα αὐτῶν ματαιότητα λαλεῖν λέγεται, δι' ων δὲ πράττουσιν ἀπηγορευμένων ἡ πρακτικὴ αὐτῶν δύναμις, ην νομίζουσι δεξιὰν ειναι οἰόμενοι ἐπαινετῶς ἐνεργεῖν, ἀδικίας ἐστὶ πλήρης. ταῦτα ουν α ματαίως προφέρουσι καὶ ὑπὲρ ων ἀθέως καὶ ἀσεβῶς διάκεινται υδατα τυγχάνει πολλά· μιμεῖσθαι γὰρ δι' ων διδάσκουσι βούλονται τὸν εἰπόντα Ει τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ Ος αν πίῃ ἐκ τοῦ υδατος ου ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ υδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ ορα γε ἐν τούτοις ὡς ἑνὸς οντος υδατος ου δίδωσι ̓Ιησοῦς· τοῦτο δὲ ην τὸ πνεῦμα ο ημελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. τὰ υδατα τῶν ἑτεροδόξων δι' ων μιμοῦνται τὸν ὑπὸ τοῦ κυρίου ποτισμὸν πολλά ἐστι διὰ τὸ ποικίλα καὶ ἀσύμφωνα τυγχάνειν καὶ μὴ πρὸς εν ἀναφέρεσθαι τέλος· διάφορα γὰρ καὶ τὰ τέλη καὶ αἱ ἀρχαὶ τῶν φρονημάτων αὐτῶν. ̓Εξαπόστειλον τοίνυν, φησὶν ὁ ψαλμῳδός, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ολων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῆς χειρὸς τῶν ἀλλοτρίων υἱῶν· κατὰ κοινοῦ γὰρ τὸ ἀλλότριον ληπτέον κατά τε υἱῶν καὶ ὑδάτων. ∆υνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ διαβόλου τοῦ βασιλέως πάντων τῶν ἐν τοιούτοις υδασιν, ἐξαιρεθῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν τῶν ἐνεργουμένων ὑπὸ τῶν ἀνθρώπων. 1249 Ps 143,9b.10 Σύγκειται καὶ συνήρμοσται τὸ δεκάχορδον ψαλτήριον ἐξ ἐνεργείας τῆς δεκαλόγου· ἑκάστη γὰρ τῶν δέκα ἐντολῶν χορδή ἐστι μουσικῶς συντεθειμένη ἐν ολῳ τῷ ὀργάνῳ. Βασιλεῖς δὲ νοήσεις, φησίν, καὶ τοὺς