266
λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Εἰ γὰρ ἡ συνουσία σῶμα ἓν ποιεῖ, τὸν συγγινόμενον πόρνῃ ἀνάγκη ἓν σῶμα γίνεσθαι. Πῶς οὖν δέξεται ἡ κοσμία τοῦτον, Χριστοῦ μέλος οὖσα; ἢ πῶς ἑαυτῇ συνάψει τὸ μέλος τῆς πόρνης; Καὶ ὅρα τὴν ὑπερβολήν· Ἡ μὲν τῷ ἀπίστῳ συνοικοῦσα, οὐκ ἔστιν ἀκάθαρτος (Ἡγίασται γὰρ, φησὶν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί)· ἐπὶ δὲ τῆς πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἄρας οὖν 59.354 τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης; Ἐκεῖ μὲν γὰρ ὁ ἁγιασμὸς μένει κἀκείνου συνοικοῦντος, καὶ οὐκ ἐξίσταται· ἐνταῦθα δὲ ἀναχωρεῖ. ∆εινὸν γὰρ ἡ πορνεία, δεινὸν, καὶ ἀθάνατον προξενοῦσα κόλασιν. Καὶ ἐνταῦθα δὲ μυρία ἐπισπᾶται κακά. Βίον γὰρ ταλαίπωρον καὶ μοχθηρὸν ἀναγκάζεται ζῇν ὁ τοιοῦτος, καὶ τῶν κολαζομένων οὐδὲν ἄμεινον διάκειται, εἰς τὴν ἀλλοτρίαν οἰκίαν ὑπεισιὼν μετὰ δέους καὶ τρόμου πολλοῦ, καὶ πάντας ὁμοῦ ὑποπτεύων, καὶ οἰκέτας, καὶ ἐλευθέρους. ∆ιὸ, παρακαλῶ, σπουδάσατε ἀπηλλάχθαι τοῦ νοσήματος τούτου. Εἰ δὲ μὴ πείθεσθε, τῶν προθύρων μὴ ἐπιβαίνετε τῶν ἱερῶν. Καὶ γὰρ τὰ ψώρας ἐμπεπλησμένα πρόβατα, καὶ νόσου γέμοντα, οὐ δεῖ μετὰ τῶν ὑγιαινόντων ἀγελάζεσθαι, ἀλλ' ἀπελαύνειν τῆς ποίμνης, ἕως ἂν τὴν νόσον ἀποθῶνται. Μέλη γὰρ Χριστοῦ γεγόναμεν· μὴ δὴ μέλη πόρνης γενώμεθα. Οὐκ ἔστι τὰ ἐνταῦθα πορνεῖον, ἀλλ' ἐκκλησία. Τὰ δὲ μέλη τῆς πόρνης ἂν ἔχῃς, μὴ στῇς ἐν ἐκκλησίᾳ, ἵνα μὴ ἐξυβρίσῃς τὸν τόπον. Εἰ γὰρ μὴ γέεννα ἦν, εἰ γὰρ μὴ κόλασις ἦν, μετὰ τὰς συνθήκας ἐκείνας καὶ τὰς γαμηλίους λαμπάδας, μετὰ τὴν εὐνὴν τὴν δικαίαν, μετὰ τὴν παιδοποιίαν, μετὰ τὴν κοινωνίαν, πῶς ἀνέξῃ προσκολλᾶσθαι ἑτέρᾳ; πῶς οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς; Οὐκ οἶδας ὅτι οἱ μετὰ τὴν τελευτὴν τῆς ἑαυτῶν ἑτέραν ἐπεισαγόμενοι, παρὰ πολλῶν καταγινώσκονται, καίτοι οὐ κόλασιν ἔχει τὸ πρᾶγμα; Σὺ δὲ καὶ ζώσης ἑτέραν ἐπεισάγεις. Καὶ πόσης οὐχὶ ταῦτα λαγνείας, Μάθε τί περὶ τῶν τοιούτων εἴρηται· Ὁ σκώληξ, φησὶν, αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Φρίξον τὴν ἀπειλὴν, φοβήθητι τὴν κόλασιν. Οὐκ ἔστιν ἐνταῦθα τοσαύτη ἡ ἡδονὴ, ὅση ἐκεῖ τιμωρία. Ἀλλὰ μὴ γένοιτό τινα ὑπεύθυνον γενέσθαι τῆς κολάσεως ἐκείνης· ἀλλὰ τὴν ἁγιωσύνην ἀσκοῦντας ἰδεῖν τὸν Χριστὸν, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.353 ΟΜΙΛΙΑ Ξ∆ʹ. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, καὶ τὰ ἑξῆς.
αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ὁ Χριστὸς οὐχ οὕτω πρὸς τὴν
ἀξίαν ὁρᾷ τὴν ἑαυτοῦ, ὡς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν· οὐδ' ὅπως τι μέγα φθέγξηται, ἀλλ' ὅπως δυνάμενον ἡμᾶς ἐπισπάσασθαι. ∆ιὰ τοῦτο τὰ μὲν ὑψηλὰ καὶ μεγάλα, ὀλίγα, καὶ αὐτὰ δὲ κεκρυμμένα· τὰ δὲ ταπεινὰ καὶ εὐτελῆ, πολλὰ περιῤῥεῖ τοῖς αὐτοῦ λόγοις. Ἐπειδὴ γὰρ τούτοις ἐνήγοντο μᾶλλον, τούτοις καὶ ἐνδιατρίβει, καὶ οὔτε αὐτὰ διόλου φθέγγεται, ὥστε μὴ τοὺς μετὰ ταῦτα βλαβῆναι, οὔτε αὐτὰ ἀποσιωπᾷ, ὥστε μὴ τοὺς τότε σκανδαλισθῆναι. Οἱ μὲν γὰρ τῆς ταπεινότητος ἐξελθόντες, καὶ ἐξ ἑνὸς ὑψηλοῦ δόγματος τὸ πᾶν δυνήσονται κατιδεῖν· οἱ δὲ ἀεὶ ταπεινοὶ ὄντες, εἰ μὴ πολλάκις ταῦτα ἤκουον οὐδ' ἂν ὅλως προσῆλθον. Ἀμέλει γοῦν οὐδὲ μετὰ τοσαῦτα μένουσιν, ἀλλὰ καὶ λιθάζουσι καὶ διώκουσι, καὶ ἀναιρεῖν ἐπιχειροῦσι, καὶ βλάσφημον ἀποκαλοῦσι· καὶ ὅταν μὲν ἴσον ἑαυ 59.354 τὸν ποιῇ τῷ Θεῷ, οὕτω λέγουσιν· Οὗτος βλασφημεῖ· ὅταν δὲ εἴπῃ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔτι καὶ δαιμονῶντα καλοῦσιν· ὥσπερ καὶ ὅταν θανάτου κρείττονα εἶναι τὸν ἀκούοντα αὐτοῦ τῶν ῥημάτων, ἢ καὶ ὅταν λέγῃ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,