267
αἰσθητῶς κρατοῦντας τῶν ἐθνῶν καὶ τῆς οἰκουμένης. εἰ γὰρ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, οἱ σῳζόμενοι βασιλεῖς ἐκ θεοῦ τὴν βασιλείαν εχουσιν. ευ δὲ καὶ τὸ φάναι ∆ιδόντι σωτηρίαν τοῖς βασιλεῦσιν. ἐπεὶ γὰρ ἀεὶ παρ' αὐτοῦ τοῦ σῴζεσθαι εχουσιν, οὐ δο * σωτηρίαν ἐπαύσατο, ἀλλ' ἀεὶ καὶ δέδωκε καὶ δώσει καὶ δίδωσι. τὰ δ' αὐτὰ καὶ περὶ τοῦ λυτρουμένου καὶ οὐ λυτρωσαμένου καὶ αυ λυτρωσομένου. 1250 Ps 143,12 Χρηστέον τοῖς προκειμένοις πρὸς ἀποτροπὴν κόσμου. περὶ γὰρ τῶν ἐκκλησιαστικῶν γυναικῶν ὁ Παῦλος γράφει, οπως μετὰ αἰδοῦς καὶ σωφροσύνης προσευχόμεναι κοσμῶσιν ἑαυτὰς τοῖς τῆς θεοσεβείας εργοις ἀλλὰ μὴ περιθέσει χρυσίων καὶ μαργαριτῶν καὶ πλοκῇ τριχῶν περιέργων. Θεωρήσεις δὲ τὰ εἰρημένα καὶ ἐπὶ τῶν ἑτεροδόξων. ὁ λόγος γὰρ αὐτῶν μαχαίρας δίκην ἠκόνηται ἐπὶ τρώσει καὶ ἀναιρήσαι τῶν μὴ ἐνδυσαμένων τὴν πανοπλίαν τοῦ θεοῦ. χρῶνται δὲ ταύτῃ τῇ πονηρᾷ ῥομφαίᾳ οἱ προειρημένοι τῷ ματαιότητα λαλεῖν οντες ἀλλότριοι υἱοί. δύνανται ειναι υἱοὶ αὐτῶν αἱ θεῖαι νοήσεις ας εχουσι παραβαλλομένας νεοφύτοις ων τὸ ἰσχυρὸν ἐν νεότητι ἀλλ' οὐκ ἐν τελειότητι, θυγατέρων αὐτῶν τυγχανουσῶν ων προφέρονται λέξεων καλλωπιζομένων καὶ περικοσμουμένων λείᾳ συνθέσει καὶ τῷ ᾠδικῷ τῆς φράσεως. διὸ καὶ ὁμοίωμα ναοῦ ἀλλ' οὐ ναός εἰσιν· οὐ γὰρ εχουσιν ἐν ἑαυτοῖς θεῖον νοῦν ωσπερ αἱ τῶν θείων γραφῶν λέξεις· ναὸς γὰρ αυται θεοῦ εὑρισκομένου ἐν αὐταῖς τοῖς ὀρθῶς ἐντυγχάνουσιν.
1251 Ps 144,1 ̔Υψοῖ δὲ τὸν θεὸν ὁ ὀρθῶς καὶ ἀληθῶς θεολογῶν, μεγάλα καὶ
ὑψηλὰ περὶ θεοῦ διαλαμβάνων. λέγει δὲ τὴν αινεσιν τὴν προκειμένην ὁ διὰ τὸ ἐξ εργων καὶ πίστεως γεγονὼς τοῦ ̓Αβραὰμ τέκνον, ου θεὸς ὁ πάντων αιτιος ειναι ὁμολογεῖ φάσκων πρὸς αὐτὸν ̓Εγὼ θεὸς σός. ουτος δὲ θεοῦ ανθρωπος γεγονὼς τῷ τὸν θεὸν αὐτοῦ χρηματίζειν φυγὼν πᾶσαν βασιλείαν πονηρὰν ὑπ' αὐτοῦ τοῦ θεοῦ βασιλεύεται, οθεν καὶ εἰπεῖν δυνήσεται Σὺ ει αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου. εχοντος δὲ τὴν ψυχὴν ἀθάνατον λέγειν εστιν Εὐλογήσω τὸ ονομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. εὐλογεῖ δὲ τὸ ονομα τοῦ θεοῦ καὶ βασιλέως αὐτοῦ ὁ ἐν τῷ φορεῖν αὐτὸ πράττων καὶ λέγων καὶ φρονῶν τὰ οἰκεῖα τῇ ἐπικληθείσῃ ἐπ' αὐτὸν θεοῦ προσηγορίᾳ, ἀρξάμενος τοῦ εὐλογεῖν ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος ἐπὶ τῷ ποιεῖν αὐτὸ εως τοῦ αἰῶνος· εἰ γὰρ νῦν ἐκ μέρους γινώσκων καὶ μερικῶς τοῦ ἀγαθοῦ μετέχων εὐλογεῖ τὸ ονομα τοῦ εὐεργετοῦντος, πολλῷ μᾶλλον εὐλογήσει αὐτὸ ἐπιστάντος τοῦ τελείου ἀγαθοῦ καὶ τῆς πρόσωπον πρὸς πρόσωπον γνώσεως τοῦ θεοῦ. 1252 Ps 144,4a ̔Ρηθείη δ' αν καὶ περὶ τῶν ἐκ περιτομῆς καὶ ἐξ ἐθνῶν πεπιστευκότων Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ εργα σου, δεόντως οντα ἐπαινετὰ τῷ ἰδίῳ λόγῳ, ὡς καὶ αὐτὸν τὸν ποιητὴν θείῳ βλέμματι ἑωρακέναι οτι καλὰ λίαν ἐστίν. 1253 Ps 144,5 ̔Η ἁγιωσύνη τοῦ θεοῦ οὐκ αλλη η τοῦ σωτῆρός ἐστιν· αὐτὸς γάρ ἐστιν ὁ ἁγιασμὸς ὁ ἁγιάζων τοὺς ἐγγίζοντας τῷ θεῷ, πρὸς ους λέγεται Αγιοι εσεσθε, οτι αγιος ἐγώ εἰμι. ταύτης τῆς ἁγιωσύνης ἡ δόξα μεγαλοπρεπής ἐστιν. οσοι τοίνυν μετειλήφασι τῆς ἁγιότητος τοῦ θεοῦ ἀλλὰ καὶ τῆς δόξης αὐτοῦ, μεταποιοῦνται καὶ μεγαλοπρεπῶς ὑμνοῦσι τὸν ου ἡ ἁγιότης καὶ ἡ μεγαλοπρεπὴς δόξα αὐτῆς, οὐ ψιλῇ δὲ προφορᾷ ἀλλὰ πρὸ ταύτης εργοις καὶ ὀρθῇ διαθέσει ἁγίως καὶ ἐπιδόξως ἀλλὰ καὶ μεγαλοπρεπῶς νοοῦντες καὶ ἐνεργοῦντες καὶ λέγοντες. ∆ύναται δόξα τῆς ἁγιότητος τοῦ θεοῦ τὸ ̓Εκεῖνός με δοξάσει (τουτέστιν ὁ παράκλητος), οτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. διὸ καὶ οσοι ηκουσαν αὐτοῦ ἀναγγέλλοντος ἐν τῷ διδόναι λόγον σοφίας καὶ λόγον γνώσεως, τῆς τούτου ἁγιωσύνης λαλήσουσι. Καὶ πρὸς τοῦτο διηγήσονται τὰ θαυμάσια αὐτοῦ, ουπερ ἡ ἁγιότης ἐστί, μετ' ἐπιστασιότητος καὶ θεωρίας ἀκραιφνοῦς διεξιόντες τὸν μυστικὸν λόγον τῶν θαυμασίων αὐτοῦ τῶν κατὰ διαφόρους καιροὺς γενομένων τε καὶ