267
ἐγκαταλιμπάνουσιν αὐτόν· καὶ σκανδαλίζονται πάλιν, ὅταν λέγῃ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι. Εἰ γοῦν ταῦτα οὐκ ἔφερον σπανιάκις λεγόμενα, σχολῇ γ' ἂν, εἰ διὰ πάντων ὑψηλὸς ἦν ὁ λόγος καὶ οὕτως ὑφαίνετο, προσέσχον ἂν αὐτῷ. Ὅταν γοῦν λέγῃ, Καθὼς ἐνετείλατό μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ, ὅτι Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, τότε πιστεύουσι. Καὶ ὅτι τότε, δῆλον ἀπὸ τοῦ τὸν εὐαγγελιστὴν τοῦτο ἐπισημήνασθαι καὶ εἰπεῖν, ὅτι Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Εἰ τοίνυν τὸ μὲν ταπεινὰ φθέγγεσθαι πρὸς πίστιν ἐφεῖλκε, τὸ δὲ ὑψηλὰ, ἀπεσόβει, πῶς οὐκ ἐσχάτης ἀνοίας μὴ λογίζεσθαι τῶν ταπεινῶν τὴν αἰτίαν πᾶσαν ὅτι διὰ τοὺς ἀκροατὰς εἴρηται; Ἐπεὶ καὶ ἀλλαχοῦ μέγα τι εἰπεῖν βουληθεὶς, ἐσίγησε, τὴν αἰτίαν ταύτην προσθεὶς καὶ εἰπών· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε 59.355 ἄγκιστρον εἰς τὴν θάλασσαν· ὃ δὴ ποιεῖ καὶ ἐνταῦθα. Μετὰ γὰρ τὸ εἰπεῖν· Ἐγὼ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἐπήγαγεν· Ἀλλὰ διὰ τὸν ὄχλον [τὸν] περιεστῶτα εἶπον, ἵνα πιστεύσωσι. Μὴ ἡμέτερα τὰ ῥήματα; μὴ στοχασμὸς ἀνθρώπινος; Ὅταν οὖν τις ἀπὸ τῶν γεγραμμένων μὴ ἀνέχηται πείθεσθαι, ὅτι ἐσκανδαλίζοντο ἐπὶ τοῖς ὑψηλοῖς, ἀκούων τοῦ Χριστοῦ λέγοντος διὰ τοῦτο ταπεινὰ φθέγγεσθαι, ἵνα μὴ σκανδαλισθῶσι, πῶς λοιπὸν τῆς φύσεως εἶναι τὰ εὐτελῆ ὑποπτεύσει ῥήματα, ἀλλὰ μὴ συγκαταβάσεως; Οὕτω καὶ ἀλλαχοῦ, φωνῆς ἐνεχθείσης ἄνωθεν, ἔλεγεν· Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Καίτοι τῷ μὲν ὑψηλῷ ἔξεστι πολλὰ περὶ ἑαυτοῦ λέγειν ταπεινά· τῷ δὲ ταπεινῷ οὐ θέμις περὶ ἑαυτοῦ μέγα τι καὶ ὑψηλὸν φθέγξασθαι. Ἐκεῖνο μὲν γὰρ ἀπὸ συγκαταβάσεως γίνεται, καὶ τὴν τῶν διδασκομένων ἀσθένειαν αἰτίαν ἔχει· μᾶλλον δὲ τὸ ἐνάγειν εἰς ταπεινοφροσύνην ὁρᾷν, καὶ τὸ σάρκα περικεῖσθαι, καὶ τὸ παιδεύειν τοὺς ἀκούοντας μηδὲν περὶ ἑαυτῶν μέγα λαλεῖν, καὶ τὸ νομίζεσθαι ἀντίθεον, καὶ τὸ ἀπιστεῖσθαι ἥκειν παρὰ τοῦ Θεοῦ, καὶ τὸ ὑποπτεύεσθαι λύειν τὸν νόμον, καὶ τὸ βασκαίνειν τοὺς ἀκούοντας, καὶ πρὸς αὐτὸν ἀπεχθῶς διακεῖσθαι· διότι ἔλεγεν ἑαυτὸν ἴσον τῷ Θεῷ· τὸ δὲ ταπεινὸν ὄντα τινὰ, ὑψηλόν τι περὶ ἑαυτοῦ λέγειν, οὐδεμίαν ἔχει αἰτίαν οὔτε εὔλογον οὔτε ἄλογον· ἀλλ' ἢ ἀπόνοια ἂν εἴη μόνον καὶ ἀναίδεια, καὶ τόλμα ἀσύγγνωστος. Τίνος οὖν ἕνεκεν ταπεινὰ φθέγγεται, τῆς ἀποῤῥήτου καὶ μεγάλης οὐσίας ἐκείνης ὤν; Τῶν τε εἰρημένων ἕνεκεν, καὶ ὥστε μὴ νομισθῆναι ἀγέννητος. Καὶ γὰρ Παῦλος τοιοῦτόν τι φαίνεται φοβηθείς. ∆ιὸ καὶ ἔλεγε· Χωρὶς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ἀσεβὲς γὰρ τοῦτο καὶ λογίσασθαι. Εἴ γε ἐλάττων τοῦ γεγεννηκότος ὢν καὶ ἑτέρας οὐσίας, ἴσος ἐνομίζετο, οὐκ ἂν οὖν πάντα ἐποίησεν, ὥστε μὴ νομισθῆναι τοῦτο; Νῦν δὲ αὐτὸς τοὐναντίον ποιεῖ, λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι. Καὶ τὸ λέγειν δὲ, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, τὴν ἰσότητα ἡμῖν αἰνίττεται. Ἐχρῆν δὲ μετὰ πολλῆς αὐτὸ σφοδρότητος καθελεῖν, εἴ γε καταδεέστερος ἦν, καὶ μηδαμοῦ ὅλως εἰπεῖν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἢ, ὅτι Ἕν ἐσμεν, ἢ, ὅτι Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ γὰρ περὶ δυνάμεως ὅτε λόγος ἦν αὐτῷ, ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ περὶ ἐξουσίας ὅτε λόγος ἦν, πάλιν ἔλεγεν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ὅπερ οὐ δυνατὸν ἦν ἑτέρας ὄντα οὐσίας ποιεῖν. Εἰ δὲ καὶ δυνατὸν ἦν, οὐκ ἐχρῆν τοῦτο εἰπεῖν, ἵνα μὴ ὑποπτεύσωσι μίαν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Εἰ γὰρ ἵνα μὴ ὑποπτεύσωσι ὅτι ἀντίθεός ἐστι, καὶ τὰ μὴ προσήκοντα αὐτῷ φθέγγεται πολλάκις, πολλῷ μᾶλλον ἔδει τότε. Νῦν δὲ τὸ λέγειν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὸ λέγειν, Τὰ ἔργα ἃ ἐκεῖνος ἐργάζεται, κἀγὼ ὁμοίως ποιῶ· καὶ τὸ λέγειν ἑαυτὸν ἀνάστασιν εἶναι καὶ ζωὴν, καὶ φῶς τοῦ κόσμου, ἐξισοῦντός ἐστι τῷ γεγεννηκότι ἑαυτὸν, καὶ τὴν ὑποψίαν ἱστῶντος, ἣν εἶχον ἐκεῖνοι. Εἶδες πῶς ὅτι μὲν τὸν νόμον οὐ λύει, τοσαῦτα λέγει 59.356 καὶ ἀπολογεῖται· τὴν δὲ δόξαν τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα οὐ μόνον οὐ καθαιρεῖ, ἀλλὰ καὶ ἵστησιν; Οὕτω καὶ εἰπόντων, ὅτι Βλασφημεῖς, ὅτι ποιεῖς σεαυτὸν Θεὸν, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος