1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

268

γινομένων. 1254 Ps 144,6 Οι Οιόν ἐστι φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος καὶ τὸ ̓Αλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, οτι κύριος υψιστος φοβερός, πρακτικῶς καὶ διὰ φρονήματος ὀρθοῦ ἐροῦσι (δι' αὐτοῦ γὰρ τοῦ φοβεῖσθαι θεὸν καὶ σέβας ὑπερβάλλον εχειν), πρὸς αὐτὸν ἐροῦσι τὴν δύναμιν τῶν φοβερῶν αὐτοῦ. ειτ' ὠφεληθέντες τὴν μετ' ἀρετῆς ἀναμαρτησίαν τὴν μεγαλωσύνην αὐτοῦ φοβοῦνται καὶ οὐ Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι διηγήσονται μετὰ τοῦ εἰδέναι οτι απειρος αυτη καὶ πέρας οὐκ εχουσα· οὐ γὰρ ὡς περιγράψαντες καὶ περιορίσαντες αὐτὴν τῇ διανοίᾳ διηγοῦνται αὐτὴν ἀλλ' ὡς ὑπερβάλλουσαν πᾶσαν γενητοῦ κατάληψιν. μόνος γὰρ ὁ υἱὸς γινώσκει τίς ἐστιν ὁ πατήρ, καὶ ὁ πατὴρ τίς ἐστιν ὁ υἱός· ἀλλ' εἰ καὶ ἀποκαλύπτει τὸν πατέρα ὁ υἱὸς οις αν βούληται, ἀλλ' ουν ὡς ἐφικτὸν γενητοῖς ἰδεῖν κατὰ ἀναλογίαν ης τις εχει πρὸ παρασκευῆς φανεροῖ αὐτόν. 1255 Ps 144,7 ̓Επεὶ ἡ αἰσθητῶς ἐρυγὴ γινομένη πλήρωσιν αἰτίαν εχει (πληρωθεὶς γὰρ τῆς τροφῆς ἐκπέμπει πνεύματα τὴν πνοὴν ἐπιφερόμενα τῆς ποιότητος τῶν βεβρωμένων), ἀκόλουθον αν ειη φάναι οτι ὁ τραφεὶς τοὺς λόγους τοὺς περὶ τῆς τοῦ θεοῦ χρηστότητος πληρωθεὶς ἀπὸ τούτων τῶν πνευματικῶν τροφῶν ἐπιτεταμένως ἐρεύγεται τὴν μνήμην τῆς θεοῦ χρηστότητος τῆς ισον ἀγαθότητι δυναμένης. ἀλλ' ἐπεὶ πρὸς τὸ ἀγαθὸν εἰδέναι τὸν θεὸν συμφέρει καὶ δικαιοσύνης αὐτοῦ καθ' ην κρίνει εννοιαν εχειν, ἑξῆς τῷ Μνήμην τῆς χρηστότητός σου ἐξερεύξονται ἐπήγαγε τὸ Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. ∆ύναται δικαιοσύνη θεοῦ τὸ μονογενὲς γέννημα αὐτοῦ τυγχάνειν, ἐφ' ῃ ἀγαλλιῶνται τυχόντες τοῦ Ος ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. οτι γὰρ χρηστότητι τοῦ θεοῦ ἀπεστάλη κηρῦξαι αἰχμαλώτοις αφεσιν, γέγονεν ἀπολύτρωσις τοῖς ἀπὸ τῆς αἰχμαλωσίας ἐλευθερωμένοις, οι καὶ μνημονεύοντες τῆς ἐπ' αὐτοὺς γενομένης τοῦ θεοῦ χρηστότητος ἐξερεύγονται τὴν μνήμην αὐτῆς· ἀλλὰ καὶ αἰσθηθέντες ὡς ἐδικαιώθησαν, γενομένου αὐτοῖς τοῦ ἀπολυτρωσαμένου καὶ δικαιοσύνης ἐκ θεοῦ, ἀγαλλιῶνται τῇ δικαιοσύνῃ ταύτῃ ουσῃ θεοῦ. οιόν τε δὲ καὶ πᾶσαν πρακτικὴν ἀρετὴν ἀλλὰ καὶ τὴν διὰ πίστεως ̓Ιησοῦ γενομένην δικαιοσύνην εἰς πάντας τοὺς πιστεύοντας ὑπολαβεῖν δηλοῦσθαι ἐν τῇ προκειμένῃ λέξει. 1256 Ps 144,13 Πάντων τῶν διὰ τοῦ θεοῦ λόγου καὶ τῆς σοφίας αὐτοῦ ων ὁ θεὸς πεποίηκε κρατεῖ καὶ βασιλεύει, οθεν καὶ παντοκράτωρ ἐστίν. ἐπεὶ τοίνυν καὶ οἱ αἰῶνες μέρος τῶν πάντων οντες ὑπὸ τοῦ θεοῦ διὰ τοῦ σωτῆρος γεγένηνται κατὰ τὴν γραφὴν τὴν λέγουσαν ∆ι' ου καὶ ἐποίησε τοὺς αἰῶνας, καὶ αὐτῶν ἁπάντων βασιλεύει. καὶ τὸ ὑπὸ Παύλου δὲ θεολογούμενον συνᾴδει τοῖς προκειμένοις ουτως εχον· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ. ταὐτὸν γάρ ἐστι τὸ βασιλεύειν πάντων τῶν αἰώνων καὶ τὸ βασιλέα ειναι τῶν αἰώνων. ̓Επίστησον εἰ ἐπὶ τοῦ υἱοῦ λέγεται τὸ ̔Η βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, βασιλεύοντος ἐπὶ τὸν οικον ̓Ιακώβ, πέρας οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ· πάντων γὰρ τῶν δι' αὐτοῦ γεγονότων κρατῶν καὶ βασιλεύων βασιλεύει εἰς τοὺς αἰῶνας. οθεν ὡς τῶν αλλων τῶν προσόντων τῷ πατρί, ουτως καὶ τῆς παντοκράτωρ κοινωνεῖ προσηγορίας. εἰ ουν ὁ πατὴρ βασιλεὺς τῶν αἰώνων καὶ τοῦ υἱοῦ ἡ βασιλεία βασιλεία ἐστὶ πάντων τῶν αἰώνων, εἰκότως δὲ καὶ αναρχος καὶ ἀτελεύτητος ὑπάρχει ἡ βασιλεία αὐτοῦ, καὶ πρὸ τῶν αἰώνων καὶ μετ' αὐτοὺς βασιλεύοντος αὐτοῦ· Κύριος γὰρ βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ετι, καὶ ̔Ο θεὸς ἡμῶν βασιλεὺς πρὸ αἰῶνος, τουτέστι πρὸ παντὸς αἰῶνος. ̓Ακολούθως τῇ βασιλείᾳ καὶ ἡ δεσποτεία αὐτοῦ παρατείνει εἰς πάσας τὰς γενεάς· καὶ δεσπόζει μὲν τῶν ὑπὸ χρόνον καὶ γενεὰν οντων, βασιλεύει δὲ τῶν ὑπεραναβεβηκότων τὰ πρόσκαιρα διὰ τὸ σκοπεῖν τὰ μὴ βλεπόμενα καὶ αἰώνια. 1257 Ps 144,13a Πιστὸς δὲ ὁ θεὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. λέγεται οὐ τὸ ἀπὸ πίστεως η πίστει προσφέρειν αὐτοὺς ἀλλὰ τὸ αξιος ειναι τῷ πιστεύεσθαι. ἀμέλει