269
γοῦν πᾶν ο λέγει γίνεται κατὰ τὸ γεγραμμένον Αὐτὸς ειπεν, οὐχὶ ποιήσει η λαλήσει καὶ οὐχὶ ἐμμενεῖ· οθεν ειρηται καὶ τὸ ̔Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πρὸς δὲ τὸ ειναι πιστὸς ἐν τοῖς λόγοις αὐτοῦ καὶ οσιος ἐν πᾶσι τοῖς εργοις αὐτοῦ, μεταδιδοὺς αὐτοῖς τῆς παρ' αὐτοῦ ὁσιότητος. ὡς γὰρ αγιός ἐστιν ἐν τοῖς μετέχουσι τῆς ἁγιότητος αὐτοῦ καὶ σοφία ἐστὶν ὁ σωτὴρ ἐν τοῖς κατ' αὐτὸν σοφοῖς, ουτως οσιος ὁ κύριος ἐν πᾶσι τοῖς εργοις αὐτοῦ γενομένοις ὁσίοις τῇ πρὸς αὐτὸν κοινωνίᾳ. 1258 Ps 144,14 Τάχα καταπίπτειν οιοί τέ εἰσιν οἱ ἐν ἐπιθυμίαις καὶ φαύλοις λογισμοῖς ανευ πράξεως οντες· κατερραγμένοι δὲ οἱ ἐνεργητικῶς ἁμαρτάνοντες. πλὴν ἑκατέροις βοηθῶν, τοὺς μὲν ὑποστηρίζει, τοὺς δὲ ἀνορθοῖ. πῶς δὲ ὑποστηρίζει; ἐντελλόμενος ἑκάστῳ Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, καὶ τὰ ἑξῆς, καὶ τὸ Μή σε νικήσει κάλλους ἐπιθυμία παραινῶν διὰ σοφοῦ ἀνδρός. Καταπίπτοντες δὲ ειεν αν οἱ ἁμαρτάνοντες μὲν ἐν ἠθικοῖς, περιεχόμενοι δὲ τοῦ χριστιανισμοῦ, καταρραχθέντες δὲ οἱ ἀποστάντες αὐτοῦ· η καταπίπτοντες μέν εἰσιν οἱ πρακτικῶς ἁμαρτάνοντες, κατερραγμένοι δὲ οἱ τὰ τῶν δυσσεβῶν αἱρέσεων μετερχόμενοι. 1259 Ps 144,17a ̓Εν πάσαις ταῖς ὁδοῖς αὐτοῦ αις ἐπιπορεύεται προνοῶν καὶ διοικῶν κρίνων εὐεργετῶν χαριζόμενος κολάζων δίκαιος εὑρίσκεται· Θεὸς γὰρ πιστός, καὶ οὐκ εστιν ἀδικία. εἰ δὲ καὶ ὁδοὺς αὐτοῦ λέγοι τις τὰς ἀρετάς (φέρουσι γὰρ πρὸς αὐτὸν τὸν πρακτικῶς καὶ διανοητικῶς ὁδεύοντα), καὶ ἐν ταύταις δίκαιος ἀναφαίνεται. οὐδεὶς γοῦν σπουδαίως καὶ κατ' ἀρετὴν βιῶν αἰτιᾶται τὴν πρόνοιαν, ἀλλ' ει τις φαῦλος εξω τῶν ὁδῶν αὐτοῦ βεβηκώς· ̓Αφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. λεγομένων δὲ ὁδῶν καὶ τῶν παρ' αὐτοῦ δοθεισῶν ἐντολῶν, δίκαιος γνωρισθείη αν, συμμετρήσας αὐτὰς τῇ δυνάμει τῶν εἰληφότων. ̔Ο δὲ λέγων φύσιν ἀνεπίδεκτον ἀρετῆς ἐν τοῖς ἀνθρώποις ειναι η εἱμαρμένην βιαζομένην εἰς ἁμαρτίαν οὐ δίκαιον ἐρεῖ τὸν θεὸν ειναι ἐν αις ἐνομοθέτησεν ὁδοῖς. 1260 Ps 144,18 ̓Εγγὺς ειναι λέγεται τῶν ἐπικαλουμένων τὸ ονομα αὐτοῦ. διὸ καὶ προκόπτοντες μετίασιν ἐπὶ τῷ ἐπικαλεῖσθαι αὐτὸν ἐν ἀληθείᾳ· εἰσαγωγικώτερον γὰρ τὸ ἐπικαλεῖσθαι τὸ ονομα κυρίου, τελείων οντων τῶν ἐπικαλουμένων αὐτόν· Μωυσῆς γάρ φησιν καὶ ̓Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ονομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν, τῶν γνησίως καὶ μὴ ὡς ετυχε τοῦτο πραττόντων διαστελλόμενοι. ∆υνατὸν τοὺς κατὰ τὸ γράμμα τοῦ νόμου βιοῦντας ἐπικαλουμένους τὸ ονομα κυρίου εἰπεῖν, τῶν τῇ καινότητι τοῦ πνεύματος ἀκολουθούντων ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ ἁρμοδίως τὸ προσκυνεῖν αὐτὸν πνεύματι καὶ ἀληθείᾳ. 1261 Ps 144,19a Εκαστος τῶν εὐλαβῶς διακειμένων ἀρνησάμενος τὸ ἀνθρώπινον θέλημα τὸ τοῦ θεοῦ ευχεται εχειν, φάσκων ∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, οτι θεός μου ει σύ. διὸ καὶ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τὸ ἑαυτοῦ θέλημα εἰς εργον μεταβάλλει, οπερ ιδιον εχειν ειλατο θέλημα θεὸν εὐλαβούμενος. Οὐδὲν δὲ διαφέρει πληθυντικῶς η ἑνικῶς τὰ θελήματα η τὸ θέλημα φάναι· θελήματα γὰρ αὐτοῦ αἱ κατ' ειδος ἀρεταί, εν δὲ γενικὸν θέλημα αὐτοῦ ἡ καθόλου καὶ κοινὴ ἀρετή. 1262 Ps 144,20 ̔Ο θέλων φρουρηθῆναι παρ' αὐτοῦ, οπως κατὰ μηδὲν ὁ πονηρὸς αψεται αὐτοῦ, ἀγαπάτω τὸν θεὸν ἐξ ολης τῆς καρδίας καὶ ψυχῆς καὶ ἰσχύος. τοῖς ουτω ὑπ' αὐτοῦ φυλαττομένοις διὰ τὸ ἀγαπᾶν αὐτὸν ηὐτρέπισται ὑπ' αὐτοῦ τὰ ἀψευδῶς ἐπηγγελμένα, περὶ ων ειρηται Α ὀφθαλμὸς οὐκ ειδε καὶ ους οὐκ ηκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 1263 Ps 144,21ab Στόμα φησὶ οὐ τὸ αἰσθητὸν ἀλλὰ τὸ νοητόν, περὶ ου καὶ ἐν αλλῳ ψαλμῷ πρὸς θεὸν ειπεν ̓Ανοίξεις τὰ χείλη μου, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αινεσίν σου. ομως αὐτοῦ αινεσιν κυρίου φθεγγομένου, πᾶσα σὰρξ ἀκούσασα αὐτοῦ εὐλογήσει τὸ ονομα τὸ αγιον