270
κυρίου τὸ ἐπικληθὲν ἐπ' αὐτήν, περὶ ου μανθάνουσιν οἱ μαθηταὶ ̓Ιησοῦ πρὸς αλλοις εὐχόμενοι λέγειν ̔Αγιασθήτω τὸ ονομά σου. Εὐλογεῖ δὲ τὸ ονομα τὸ αγιον αὐτοῦ πᾶσα σὰρξ ἐκείνη, περὶ ης λέγεται Εἰσάκουσον τῆς προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ηξει· ετι μὴν Καὶ πᾶσα σὰρξ οψεται τὸ σωτήριον αὐτοῦ. οὐ περὶ αἰσθητῆς δὲ σαρκὸς λέγεται ταῦτα ἀλλὰ τῆς ἐχούσης ἀναλογίαν πρὸς τὰς σαρκίνας καρδίας, περὶ ων ὁ θεός φησιν ̓Εξελῶ αὐτῶν τὰς καρδίας τὰς λιθίνας καὶ ἐνθήσω αὐτοῖς καρδίας σαρκίνας, ἐν αις καὶ ὁ πνευματικὸς κεχάρακται νόμος, τοῦ Παύλου λέγοντος περὶ τούτου ὡς αρα ἐν πλαξὶ λιθίναις οὐ γέγραπται ἀλλ' ἐν πλαξὶ καρδίαις σαρκίναις.
1264 Ps 145,1.2 ̔Ο υμνος οὐχ ὑπὸ τῶν τυχόντων ἀναπεμπόμενος θεῷ ἀλλ'
ὑπὸ τοῦ ἑορτάζοντος θεῷ ἐν τῷ τὰ δέοντα πράττειν καὶ μνημονεύειν αὐτοῦ κατ' ὀρθὴν καὶ εὐσεβῆ διάληψιν. ̓Αγγαῖος γὰρ ἑορτή, θεοῦ δὲ μνήμη Ζαχαρίας ἑρμηνεύονται. πᾶς ουν ὁ κατὰ τὰς πρακτικὰς ἀρετὰς ἀδιαστάτως ἐνεργῶν οὐδὲ μίαν ἀλλὰ πολλὰς ἑορτὰς αγει, ̔Εβραίᾳ γλώττῃ ̓Αγγαῖος ὀνομαζόμενος· ἀλλὰ καὶ πᾶς ὁ διὰ πάντων ων ευ πέπονθε καὶ εὐεργετήθη τῆς θεοῦ ἀγαθότητος μνημονεύων Ζαχαρίας καθ' ̔Εβραίων φωνὴν καλεῖται, ἑρμηνευόμενος μνήμη τουτέστι θεοῦ. Αινει, ἡ ψυχή μου, τὸν κύριον. πότε δὲ τοῦτο ἀ * καὶ ὡς ἀεὶ ποιήσεις· η οτε ἁμαρτημάτων ἀπαλλαγῇ * τῇ κατ' ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας εὐθύτητι προσέρχῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αινεσις, οὐχ ὡραίου οντος αινου ἐν στόματι ἁμαρτωλοῦ. Αἰνέσω κύριον ἐν ζωῇ μου. ἐφ' οσον γὰρ ζῶ (ζῶ δὲ ἀεὶ τὴν αἰώνιον εχων ζωήν), αἰνέσω. δείκνυται διὰ τῶν προκειμένων οτι οὐδεὶς εχων θάνατον ον πᾶσα ψυχὴ ἁμαρτάνουσα ἀποθνῄσκει αἰνεῖν δύναται κύριον. Ψαλῶ τῷ θεῷ μου, εως ὑπάρχω. ἡρμήνευται δὲ πολλάκις οτι τὸ ψάλλειν κατ' ἀρετὴν ἐνεργεῖν σημαίνει. ἁρμόνιον τοίνυν πρᾶξιν τῷ Αἰνῶ ἐπαγγέλλεται. τὸ δὲ Εως ὑπάρχω διάνοιαν ὑποβάλλει τοιαύτην· εως ὑπάρχω μετοχὴν εχων τοῦ εἰπόντος ̓Εγώ εἰμι ὁ ων, ψαλῶ τῷ τὴν υπαρξίν μοι ὀρέγοντι, οὐδενὸς ψάλλειν δυναμένου κεχωρισμένου τοῦ οντος θεοῦ ατε μὴ ων τυγχάνων. 1265 Ps 145,3 ∆υνατὸν δὲ καὶ ουτω διελεῖν Μὴ πεποίθατε ἐπ' αρχοντας τοὺς οντας τούτου τοῦ αἰῶνος καὶ τὰς αλλας πονηρὰς δυνάμεις (μεταπτώτην γὰρ καὶ ουτοι τὴν ἀρχὴν εχουσιν), ἀλλὰ μηδὲ ἐφ' υἱοὺς ἀνθρώπων· οὐκ εστι γὰρ αὐτοῖς σωτηρία θνητοῖς τυγχάνουσι· παρασχεῖν γὰρ οὐ δύνανται ην οὐκ εχουσι σωτηρίαν οικοθεν, ἀλλὰ θεόθεν λαβοῦσι. μόνος γὰρ ὁ σωτὴρ αιτιος σωτηρίας αἰωνίου τυγχάνει, φάσκων Σῴζων οὐκ εστι πάρεξ ἐμοῦ. 1266 Ps 145,5-7b Μακαρίζεται δὲ οὐχ ἁπλῶς ου ὁ θεὸς βοηθὸς ἀλλ' Ου ὁ θεὸς τοῦ ̓Ιακὼβ βοηθός, βοηθουμένου ὑπὸ θεοῦ τοῦ πτερνίζοντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. ὁ γὰρ τὴν πάλην εχων πρὸς τούτους, πτερνίσας αὐτοὺς τῷ περιγεγονέναι αὐτῶν, βοηθεῖται ὑπὸ τοῦ θεοῦ ̓Ιακώβ, υἱὸς ̓Ιακὼβ ων κατὰ πρᾶξιν τῷ ποιεῖν αὐτοῦ τὰ εργα. Ουτω βοηθούμενος τὴν ἐλπίδα εχει ἐπὶ κύριον τὸν θεὸν τὸν ἐν ἀρχῇ πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. οὐ μόνον γὰρ αὐτὰ ἀλλὰ καὶ πάντα τὰ ἐν αὐτοῖς αὐτὸς ἐποίησεν. εἰ δὲ τὰ εργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός. Θάρσησον τοίνυν οτι καὶ τῶν λόγων αὐτοῦ καὶ τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἐπαγγελιῶν τὴν ἀλήθειαν πιστοῦται καὶ φυλάσσει εἰς τὸν σύμπαντα αἰῶνα τὰς ἑαυτοῦ ὑποσχέσεις, ὡς μὴ διαπίπτειν αὐτοῦ τὸν λόγον καὶ τὰς ἐπαγγελίας ας τοῖς οἰκείοις ἀνθρώποις ἐπηγγείλατο. τίς δὲ ἡ τοῦ λόγου ἀλήθεια; ἡ μέλλουσα γίνεσθαι κρίσις καὶ ἡ ἐκδίκησις τοῖς κατὰ τὸν παρόντα βίον ἀδικουμένοις. μὴ γὰρ νομίζετε, φησίν, παρορᾶσθαι τοὺς εὐσεβεῖς μηδὲ τὸ αιμα τῶν θεοφιλῶν ἀνδρῶν ἀνεκδίκητον. ἀψευδὴς γάρ ἐστιν ὁ τὴν ἐκδίκησιν αὐτῶν ποιήσασθαι ἐπαγγειλάμενος καὶ τοῖς κατὰ τὸν παρόντα βίον πεινῶσι καὶ διψῶσι καὶ στενοχωρουμένοις διδόναι