270
ἐκεῖνός ἐστι. Καί φησιν· Ἄφετε αὐτὸν ὑπάγειν. Εἶδες τὸ ἀκόμπαστον; Οὐκ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ' αὐτοῦ περιιέναι, ὥστε μὴ δόξαι τισὶν ἐπιδείκνυσθαι· οὕτως ᾔδει μετριάζειν. Γενομένου δὲ τοῦ σημείου, οἱ μὲν ἐθαύμαζον· οἱ δὲ προσελθόντες ἀπήγγελλον τοῖς Φαρισαίοις. Τί οὖν ἐκεῖνοι; ∆έον ἐκπλήττεσθαι καὶ θαυμάζειν, βουλεύονται αὐτὸν ἀνελεῖν, τὸν ἀναστήσαντα νεκρόν. Ὢ τῆς ἀνοίας! τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον, θανάτῳ παραδώσειν ἐνόμιζον. Καὶ λέγουσι· Τί ποιοῦμεν, ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ; Ἄνθρωπον αὐτὸν ἔτι καλοῦσιν, οἱ τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος. Τί ποιοῦμεν; Πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι, καὶ μηκέτι νομίζειν ἄνθρωπον. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἔρχονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Τί ἐστιν ὃ βουλεύονται ποιεῖν; Τὸν λαὸν ἐπισεῖσαι βούλονται λοιπὸν, ὡς μέλλοντες κινδυνεύειν ἐπὶ ὑποψίᾳ τυραννίδος. Ἐὰν γὰρ ὀχλαγωγοῦντα, φησὶ, μάθωσιν αὐτὸν οἱ 59.359 Ῥωμαῖοι, ὑποπτεύσουσιν ἡμᾶς, καὶ ἐλεύσονται, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. Τίνος ἕνεκεν; εἰπέ μοι· μὴ γὰρ ἀποστασίαν ἐδίδασκεν; οὐκ ἐπέτρεψε φόρον δοῦναι Καίσαρι; οὐχὶ βασιλέα αὐτὸν ποιῆσαι ἠθελήσατε, καὶ ἔφυγεν; οὐχὶ τὸν εὐτελῆ καὶ ἀπέριττον ἐπεδείκνυτο βίον, μήτε οἰκίαν ἔχων, μήτε ἄλλο τῶν τοιούτων οὐδέν; Ταῦτα μὲν οὖν ἔλεγον, οὐ προσδοκῶντες, ἀλλὰ βασκαίνοντες. Ἐξέβη δὲ καὶ μὴ προσδοκώντων αὐτῶν, καὶ τὸ ἔθνος καὶ τὴν πόλιν ἔλαβον, ἐπειδὴ ἀνεῖλον αὐτόν. Καὶ γὰρ πόῤῥω πάσης ὑποψίας ἦν τὰ γινόμενα. Ὁ γὰρ ἰώμενος νοσοῦντας, καὶ ἄριστον διδάσκων βίον, καὶ ἄρχουσι πείθεσθαι ἐπιτάττων, οὐχὶ τυραννίδα συνίστη, ἀλλὰ κατέλυεν. Ἀλλ' ἀπὸ τῶν προτέρων στοχαζόμεθα, φησίν. Ἀλλ' ἐκεῖνοι ἀποστασίαν ἐδίδασκον· οὗτος δὲ τοὐναντίον. Ὁρᾷς ὅτι ὑπόκρισις ἦν τὰ λεγόμενα; Τί γὰρ ἐπεδείξατο τοιοῦτον; δορυφόρους σοβοῦντας ἐπήγετο; ὀχήματα ἐπεσύρετο; οὐχὶ τὰς ἐρημίας ἐδίωκεν; Ἀλλ' ἵνα μὴ δόξωσιν ἀπὸ πάθους τοῦ ἑαυτῶν λέγειν, τὴν πόλιν φασὶ κινδυνεύειν πᾶσαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν φόβον. Οὐ ταῦτα τῆς αἰχμαλωσίας ὑμῖν αἴτια γέγονεν, ἀλλὰ τὰ ἐναντία, καὶ ταύτης καὶ τῆς εἰς Βαβυλῶνα, καὶ τῆς ἐπὶ Ἀντιόχου τῆς μετὰ ταῦτα· οὐ τὸ εἶναι παρ' ὑμῖν θεραπεύοντας, ἀλλὰ τὸ εἶναι ἐν ὑμῖν ἀδικοῦντας, καὶ τὸν Θεὸν παροργίζοντας, τοῦτο ὑμᾶς ἐκδότους ἐποίησεν. Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν τῶν δεόντων ὁρᾷν ἀφιεὶς, ἅπαξ πηρώσας τὴν ψυχήν. Οὐχὶ πράους ἐδίδασκεν εἶναι; οὐχὶ ῥαπιζομένους τὴν δεξιὰν, στρέφειν καὶ τὴν ἑτέραν; οὐ φέρειν ἀδικουμένους; οὐ μείζονα ἐπιδείκνυσθαι προθυμίαν πρὸς τὸ κακῶς παθεῖν, ἢ ἕτεροι ἔχουσι πρὸς τὸ κακῶς ποιῆσαι; Ταῦτ' οὖν, εἰπέ μοι, τυραννίδα συνιστῶντος, ἀλλ' οὐ τυραννίδα καθαιροῦντος; δʹ. Ἀλλ' ὅπερ ἔφην, δεινὸν ἡ βασκανία καὶ ὑποκρίσεως γέμον. Τοῦτο τὴν οἰκουμένην μυρίων ἐνέπλησε κακῶν· ἀπὸ τοῦ νοσήματος τούτου τὰ δικαστήρια κρινομένων πεπλήρωται· ἀπὸ τούτου δόξης καὶ χρημάτων ἔρως· ἀπὸ τούτου φιλαρχία καὶ ὑπεροψία· ἐντεῦθεν ὁδοὶ λῃστὰς μιαροὺς, καὶ θάλαττα πειρατὰς ἔχει· ἐντεῦθεν οἱ κατὰ τὴν οἰκουμένην φόνοι, ἐντεῦθεν τὸ γένος ἡμῶν διέσπασται. Ὅπερ ἂν ἴδῃς κακὸν, ἀπὸ ταύτης ὂν ὄψει· τοῦτο καὶ εἰς τὰς Ἐκκλησίας εἰσεκώμασε· τοῦτο ἄνωθεν τὰ μυρία εἰργάσατο δεινά· τοῦτο τὴν φιλαργυρίαν ἔτεκεν· αὕτη ἡ νόσος τὰ ἄνω κάτω ἐποίησε, καὶ τὸ δίκαιον διέφθειρε (∆ῶρα γὰρ, φησὶν, ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φῖμος στόματι, ἀποστρέφει ἐλέγχους)· τοῦτο δούλους ἀντ' ἐλευθέρων ποιεῖ· περὶ τούτου καθ' ἑκάστην διαλεγόμεθα τὴν ἡμέραν, καὶ πλέον οὐδὲν γίνεται. Θηρίων γινόμεθα χείρους, ὀρφανοὺς ἁρπάζομεν, χήρας γυμνοῦμεν, πένητας ἀδικοῦμεν, οὐαὶ ἐπὶ οὐαὶ συνάπτομεν. Οἴμοι! ὅτι ἀπόλωλε εὐλαβὴς ἀπὸ τῆς γῆς. Καὶ ἡμῶν ἐστι τὸ θρηνεῖν λοιπόν· μᾶλλον δὲ τοῦτο δεῖ καθ' ἑκάστην λέγειν τὴν ἡμέραν. Οὐδὲν ἐν εὐχαῖς ἀνύομεν, οὐδὲν ἐν συμβουλαῖς καὶ παραι 59.360 νέσεσι· λείπεται ἄρα τὸ δακρύειν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησε· πολλὰ τοῖς ἐν Ἱεροσολύμοις παραινέσας, ὡς οὐδὲν