271
ἐκέρδανον ἐκεῖνοι, ἐδάκρυσεν αὐτῶν τὴν πώρωσιν. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσι· τοῦτο καὶ ἡμεῖς πράττωμεν νῦν. Θρήνου λοιπὸν ὁ καιρὸς, καὶ δακρύων, καὶ οἰμωγῆς. Εὔκαιρον εἰπεῖν καὶ ἡμᾶς νῦν, Καλέσατε τὰς θρηνούσας, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε, καὶ φθεγξάσθωσαν. Τάχα οὕτω δυνησόμεθα ἐκβαλεῖν τὸ νόσημα τῶν τὰς οἰκίας οἰκοδομούντων τὰς λαμπρὰς, τῶν ἀγροὺς περιβαλλομένων ἐξ ἁρπαγῆς. Θρηνεῖν εὔκαιρον· ἀλλὰ συλλάβεσθέ μοι καὶ ὑμεῖς τῶν θρήνων, οἱ γεγυμνωμένοι τε καὶ ἠδικημένοι· τοῖς ὑμῶν θρήνοις καταγάγετέ μου τὰ δάκρυα. Ἀλλὰ θρηνοῦντες, μὴ ἑαυτοὺς, ἀλλ' ἐκείνους θρηνήσωμεν· οὐχ ὑμᾶς ἠδίκησαν, ἀλλ' ἑαυτοὺς ἀπώλεσαν. Ὑμεῖς μὲν γὰρ ἔχετε τὴν βασιλείαν τῶν οὐρανῶν ἀντὶ τῆς ἀδικίας· ἐκεῖνοι δὲ, τὴν γέενναν ἀντὶ κέρδους. ∆ιὰ τοῦτο βέλτιον ἀδικεῖσθαι καὶ μὴ ἀδικεῖν. Θρηνήσωμεν αὐτοὺς θρῆνον, μὴ τὸν ἀνθρώπινον, ἀλλὰ τὸν ἀπὸ τῶν θείων Γραφῶν, ὃν καὶ οἱ προφῆται ἐθρήνησαν. Θρηνήσωμεν μετὰ Ἡσαΐου πικρὸν, καὶ εἴπωμεν· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Οἰκίαι μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Θρηνήσωμεν μετὰ τοῦ Ναοὺμ, καὶ εἴπωμεν μετ' ἐκείνου· Οὐαὶ ὁ οἰκοδομῶν εἰς ὕψος τὴν οἰκίαν αὐτοῦ! μᾶλλον δὲ θρηνήσωμεν αὐτοὺς, καθάπερ καὶ ὁ Χριστὸς τοὺς τότε, λέγων· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις! ὅτι ἀπέχετε τὸν μισθὸν ὑμῶν, καὶ τὴν παράκλησιν ὑμῶν. Οὕτω, παρακαλῶ, θρηνοῦντες καὶ ἡμεῖς μὴ παυσώμεθα· εἰ δὲ μὴ ἄσχημον, καὶ κοψώμεθα ὑπὲρ τῆς τῶν ἀδελφῶν ῥᾳθυμίας. Μὴ κλαίωμεν τὸν ἤδη τεθνηκότα, ἀλλὰ κλαίωμεν τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν φιλάργυρον, τὸν ἄπληστον. ∆ιατί νεκροὺς θρηνοῦμεν, ἐφ' ὧν οὐδὲν ἔστιν ἀνύσαι λοιπόν; Θρηνήσωμεν τούτους, ἐφ' ὧν ἐστι καὶ μεταβολή. Ἀλλ' ἡμῶν θρηνούντων, τάχα αὐτοὶ γελῶσιν. Ἀλλὰ καὶ τοῦτο θρήνων ἄξιον, ὅτι γελῶσιν, ἐφ' οἷς ἔδει πενθεῖν. Εἰ μὲν γὰρ ἔπασχόν τι ἀπὸ τῶν ὀδυρμῶν τῶν ἡμετέρων, ἐχρῆν παύσασθαι ὀδυρομένους ὡς μέλλοντας διορθοῦσθαι· ἐπειδὴ δὲ ἀναισθήτως διάκεινται, μένωμεν ἡμεῖς κλαίοντες, μὴ τοὺς πλουτοῦντας ἁπλῶς, ἀλλὰ τοὺς φιλαργύρους, τοὺς πλεονέκτας, τοὺς ἅρπαγας. Οὐ κακὸν ὁ πλοῦτος (ἔστι γὰρ αὐτῷ καὶ εἰς δέον χρήσασθαι, ὅταν εἰς τοὺς δεομένους ἀναλίσκωμεν)· ἀλλὰ κακὸν ἡ πλεονεξία, τὰς ἀθανάτους προξενοῦσα κολάσεις. Θρηνήσωμεν τοίνυν. Ἴσως γάρ τις ἔσται διόρθωσις· ἢ κἂν οἱ ἐμπεσόντες μὴ ἀπαλλαγῶσιν, ἕτεροι γοῦν οὐ περιπεσοῦνται τῷ δεινῷ, ἀλλὰ φυλάξονται. Γένοιτο δὲ κἀκείνους ἐλευθερωθῆναι τοῦ νοσήματος, καὶ ἡμῶν μηδένα περιπεσεῖν ποτε, ἵνα κοινῇ πάντες τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΞΕʹ. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ
ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ
λαοῦ, καὶ τὰ ἑξῆς. αʹ. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν,
συνελήφθη ὁ ποῦς αὐτῶν. Τοῦτο ἐπὶ Ἰουδαίων γέγονεν. Αὐτοὶ μὲν γὰρ ἔλεγον ἀνελεῖν τὸν Ἰησοῦν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν αὐτῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Ἐπειδὴ δὲ ἀνεῖλον, ταῦτα ἔπαθον· καὶ ἅπερ ὡς δια 59.361 φευξόμενοι ἔπραξαν, ταῦτα ἐπειδὴ ἔπραξαν, οὐ διέφυγον. Ἀλλ' ὁ μὲν ἀναιρεθεὶς, ἔστιν ἐν οὐρανοῖς· οἱ δὲ ἀνελόντες, τὴν γέενναν κληρονομοῦσι· καίτοι οὐ ταῦτα ἐσκέψαντο· ἀλλὰ τί; Ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης. Εἶπον γὰρ, ὅτι Ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας,