272
οπως καὶ εἰς τὰς ἐπουρανίους εὐλογίας εἰσαγάγῃ αὐτούς. ∆υνατὸν ὀρφανοὺς ἀναλαμβανομένους εἰπεῖν τοὺς θεοσεβείας ενεκα καταλειπόντας γονέας· οιος ην ὁ ̓Αβραὰμ ἐξερχόμενος ἐκ τῆς γῆς καὶ συγγενείας καὶ τοῦ οικου τοῦ πατρὸς αὐτοῦ, εἰς τοῦτο καλέσαντος αὐτὸν θεοῦ· ετι μὴν καὶ ̓Ιάκωβος καὶ ̓Ιωάννης διὰ τὴν ̓Ιησοῦ πρόσκλησιν καταλείψαντες Ζεβεδαῖον τὸν πατέρα αὐτῶν. ἀκολούθως τούτοις καὶ χήρας ἀναλαμβανομένας ἐρεῖς τὰς χωρισθείσας ἀνδρῶν ἐπὶ τελείᾳ σωφροσύνῃ, ἐκ συμφώνου συγκαταθέσεως ἑκατέρων, τοῦ ἀνδρὸς καὶ τῆς γυναικός φημι, τῷ αὐτῷ σκοπῷ διαλυσάντων τὸν γάμον. ̓Αλλὰ καὶ ἀλληγορικώτερον αἱ ἀποβάλλουσαι ψυχαὶ τὸν γενόμενον ἐν κακίᾳ πατέρα αὐτῶν διάβολον η καὶ ανδρα ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσιν. τούτων ἀναληφθέντων ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ αλλη τῆς κακίας ουσα ὑπὸ θεοῦ ἀφανισθήσεται. 1269 Ps 145,10 ̔Η Σιὼν ἡ σκοπευτικὴ καὶ ἐξεταστικὴ τῆς ἀληθείας ητοι ψυχὴ τελεία η ἐκκλησία θεοῦ ζῶντος· βασιλεύσει σου ὁ θεὸς εἰς τὸν αἰῶνα, ου τῆς βασιλείας οὐκ εσται τέλος παρατεινούσης τῆς ἀρχῆς αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ειρηται ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τῆς ἀτελευτήτου βασιλείας αὐτοῦ διατεινούσης εἰς πάντας τοὺς αἰῶνας καὶ ὡς δεσπόζει εἰς γενεὰν καὶ γενεάν. διὸ ἐκείνοις ἀρκούμενοι, ὡς ἐφαρμόζουσι καὶ ταῖς προκειμέναις λέξεσιν, οὐδὲν πλέον ἐροῦμεν.
1270 Ps 146,1bc ̓Επεὶ ὁ ψαλμὸς ἀγαθός ἐστιν ὠφελῶν τὸν χρώμενον, τούτου
ενεκα αἰνοῦντες ἀπαγγείλατε αὐτῷ ὡς κατὰ τοῦτο ψαλμὸν αινου μὴ διαφέρειν, ἐκείνου μάλιστα ου προφέρει ὁ ψάλλων πνεύματι καὶ νῷ ᾳδων καὶ ψάλλων τῇ καρδίᾳ. εἰ δὲ τὸ ψάλλειν τὸ πρακτικῶς ἐνεργεῖν δηλοῖ, τοῖς τὸν ἀγαθὸν τοῦτον ψαλμὸν κατορθώσασι παραινεῖ καὶ αἰνεῖν τὸν Χριστὸν διὰ θεολογίας, οπως πράξει καὶ νοήσει τελειωθέντες εὐφράνωσι θεόν· Θυσία γάρ φησιν αἰνέσεως δοξάσει με, καὶ προστάττει τὸ πνεῦμα τῷ προσάγειν αὐτὴν οιῳ τε οντι Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. 1271 Ps 146,6 Καὶ τοὺς πραεῖς ἀναλαμβάνει, ἀναβιβάζων αὐτοὺς ἐφ' ην κληρονομοῦσι γῆν. αυτη δὲ ην κληρονομοῦσι γῆν πρὸς υψος ανω που ιδρυται. διὸ καὶ γέγραπται ̓Αναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ετι Καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. Καὶ τοὺς μὲν πραεῖς ἀναλαμβάνει, τοὺς δὲ ἁμαρτωλοὺς ταπεινοῖ εως γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντας τῷ φρονεῖν τὰ κάτω καὶ τὰ ἐπὶ γῆς. ουτω Παῦλος πρᾶος ων ἀνελήφθη εἰς τρίτον οὐρανὸν καὶ εως τοῦ παραδείσου ἐπὶ τῷ μετασχεῖν ῥημάτων ἀρρήτων. καὶ πάντες δὲ οἱ ἐπικαλεσάμενοι τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν τῷ ειναι ἐν σαρκὶ καὶ πνεῦμα θεοῦ μὴ εχειν ἀφεστηκότες τοῦ θεοῦ ἐπὶ τῆς γῆς γράφονται. 1272 Ps 146,7 Εἰς εὐχαριστίαν διεγείρων τοὺς τῶν τοσούτων ἀγαθῶν τετυχηκότας. ̓Εξάρξατε, εφη, ἐν ἐξομολογήσει ὑμνοῦντες καὶ δοξολογοῦντες αὐτὸν ἐφ' οις εἰργάσατο. 1273 Ps 146,8.9 Περιβάλλει δὲ κατ' ἀλληγορίαν τὸν θεῖον αὐτοῦ λόγον οὐρανὸν οντα νεφέλαις νοητὸν ὑετὸν ῥεούσαις· Εὐφρανθήτω γὰρ ὁ οὐρανὸς ανωθεν, καὶ αἱ νεφέλαι (αἱ περιβάλλουσαι αὐτὸν) ῥανάτωσαν δικαιοσύνην. ̓Εκ τούτων τῶν νοητῶν νεφελῶν ἑτοιμάζει τῇ γῇ ὑετόν, ην εσπειρεν ̓Ιησοῦς πνευματικῶς ἐπὶ τῷ ἀγαγεῖν καρπὸν διαιρούμενον εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα, ἐξανατέλλων χόρτον ἐν ορεσι τοῖς μεγαλοφυέσι καὶ επαρμα ψυχῆς εχουσι ἐπὶ τῷ εὑροῦσαν τὴν τῶν ἀνθρώπων δουλείαν χλόην νεαρῶς τεθηλυῖαν εἰς κόρον τραφῆναι. δουλεία δὲ τῶν ἀνθρώπων τὰ αλογα ζῷα. ειρηται περὶ τῶν προκειμένων τὰ ὑποπεσόντα ἐν ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ, οθεν ἐκείνοις ἀρκεσθέντες ἑξῆς ιδωμεν. ̓Εξανατέλλει καὶ δίδωσι τροφὴν τοῖς ἁπλουστέροις τῶν πεπιστευκότων Χριστοῦ προβάτων καὶ κτηνῶν αμα ἀνθρώποις σῳζομένων. οὐ μόνον δὲ τούτοις τροφὴν δίδωσιν ἀλλὰ καὶ τοῖς ὑψιπετέσι γεγενημένοις τῷ αὐτὸν ἐπικαλεῖσθαι ους κοράκων νεοσσοὺς