273
προσηγόρευσε. δίδωσι δὲ τούτοις ὁ θεὸς τροφήν, ἐπείπερ ἐπικαλοῦνται αὐτὸν κατὰ τοὺς τελείους ανδρας, περὶ ων ειρηται ̓Επεκαλέσαντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Νεοσσοὺς δὲ κοράκων νοήσεις τοὺς ἐξ ἐθνῶν πεπιστευκότας καὶ διὰ τοῦτο ἐπικαλουμένους τὸν κύριον, ινα δῷ αὐτοῖς τροφὴν πνευματικήν. ἀκάθαρτος γὰρ κόραξ καὶ ζοφώδης. τοιοῦτοι δὲ οἱ πονηροὶ δαίμονες καὶ οἱ τῇ ἀσεβείᾳ προστετηκότες ων οἱ πάλαι αὐτῶν γενόμενοι υἱοὶ πιστεύσαντες ετυχον τῆς οὐρανίου τροφῆς.
1274 Ps 147,2.3 Πύλαι τῆς ̔Ιερουσαλὴμ αἱ εἰσαγωγικαὶ παιδεύσεις εἰσίν *
ἐπικείμενοι αὐταῖς οἱ διὰ κατα * αλυτοι λόγοι η οἱ πρεσβεύοντες * τάγματα ητοι τῆς ̔Ιερουσαλὴμ καὶ ἱκανότητα εχοντες τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Οτι εὐλόγησε τοὺς υἱούς σου ἐν σοί, τοὺς πράξει καὶ νοήσει ἱκανότητα κεκτημένους· η διὰ τὸ ουτως υἱοὶ τυγχάνειν αὐτῆς ἐν αὐτῇ εὐλογούμενοι περαιτέρω αὐτῆς οὐδεπώποτε γίνονται, οὐ * ου πράξει μαθόντες ἐν οικῳ κυρίου ἀναστρέφεσθαι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν. ̔Ερμηνεύων δὲ ὁ λόγος ὡς ὁ εὐλογήσας τοὺς υἱοὺς αὐτῆς ἐν αὐτῇ† ἐπιφέρει ἑξῆς τὸν θέντα τὰ οριά σου εἰρήνην, παντὸς πολέμου πεφυγαδευμένου ἐκ τῶν ὁρίων αὐτῆς, πρὸς τοὺς συντρίβοντος πολέμους κυρίου καὶ τιθέντος τὰ ορια τῆς πόλεως εἰρήνην. εἰρήνην λέγων τὴν * καὶ τροφῆς δὲ αὐτῇ πνευματικῆς μεταδίδωσιν. εἰ δὲ καὶ τοὺς παιδευτικοὺς θεοῦ λόγους πυρὸν εἰπεῖν θέλεις (ουτος ταῖς * τίς ὑπ' αὐτοῦ ἐμπιπλᾶται;), οὐχ ἁμαρτάνεις. ειρηται γὰρ ἐν τῷ προφήτῃ ἐκ προσώπου θεοῦ πρὸς τοὺς ψευδοπροφήτας Τί τὸ αχυρον πρὸς τὸν σῖτον; ουτως οἱ λόγοι μου, λέγει κύριος· σῖτον μὲν τοὺς ἑαυτοῦ λόγους, αχυρον δὲ τοὺς ἐκείνων διὰ τῆς λέξεως. 1275 Ps 147,4 Ωσπερ ἡ ἐκ θεοῦ σοφία οὐκ εστιν ἐπίγειος οὐ ψυχικὴ οὐ δαιμονιώδης ἀλλ' ανωθεν ἐξ αὐτοῦ κατερχομένη, ουτω καὶ τὸ λόγιον αὐτοῦ οὐκ ἐκ γῆς ὑπάρχον ἀποστέλλεται ἐν τῇ γῇ, γινόμενον πρὸς εκαστον τῶν διακονεῖν αὐτῷ δυναμένων τυγχάνον τὸ αὐτὸ τῷ διδομένῳ ὑπὸ κυρίου ῥήματι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ειτα δοθὲν τοῦτο νεμόμενον πλείονας ψυχὰς εως τάχους δραμεῖται, λόγος ων θεοῦ, πληρουμένου τοῦ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. αμα γοῦν γέγονεν ἡ ἀνάληψις αὐτοῦ, καὶ εὐθέως διέβη ὁ εὐαγγελικὸς λόγος ἐν πάσῃ τῇ γῇ ητις ἐστὶν ὑπὸ τὸν οὐρανόν. 1276 Ps 147,5 Πρὸς τὰ προειρημένα φαίνεται ἡμῖν οιον ἐν παραβολῆς τρόπῳ ταῦτα ἐπῆχθαι, τῶν τῆς κοσμικῆς δημιουργίας εργων παρατιθεμένων καθ' ὁμοίωσιν τῇ περὶ τὴν ἐκκλησίαν οἰκονομίᾳ. ωσπερ γὰρ χιών ἐστι καταρρυεῖσα τόπον καὶ πάχνη μετὰ ταῦτα λύεται καὶ υδατα προχεῖ, ουτως ὁ θεῖος λόγος εἰς ̓Ιουδαίους κατασκήψας τὰ πρῶτα, μετὰ τοῦτο ἐπὶ πάντας διακέχυται. διὸ καὶ ἡ τοῦ λόγου ἀποστολὴ καὶ ἡ τοῦ πνεύματος πνεῦσις καλῶς διὰ τῶν κοσμικῶν εργων ὑποδηλοῦται, οτι δὴ λόγου παραγινομένου εἰς κόσμον καὶ τοῦ πνεύματος πνεύσαντος ἐξῆλθεν ἐξ ̔Ιερουσαλὴμ ἐπὶ πᾶσαν τὴν οἰκουμένην ὁ λόγος τῆς ἱερᾶς καὶ σωτηρίου διδασκαλίας. 1277 Ps 147,5.6 Εἰ δὲ πρὸς ἀλληγορίαν ἐκλαμβάνειν καὶ αὐτό, ἐπειδὴ πνευματικῶς τοῦ δραμοῦντος λόγου αὐτοῦ, παρίσταται· καὶ γὰρ καὶ τὸ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, οὐ περὶ αἰσθητῆς χιόνος νοεῖν ὑποβάλλει. πῶς γὰρ ὑπὲρ τὴν αἰσθητὴν χιόνα λευκανθῆναι ἡ ψυχὴ δύναται, οὐκ ουσης συμβλητῆς τῆς φαιδρότητος τῆς περὶ τὴν λογικὴν φύσιν τῇ τῆς χιόνος λευκότητι; εἰς ταύτην τὴν διάνοιαν συνδραμεῖται καὶ τὸ ̓Εὰν ωσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἁμαρτίας γὰρ λευκαινομένας κατὰ τὴν σωματικὴν χιόνα οὐδὲ ἐννοεῖν εχω. μήποτε ουν φαιδρότατος λόγος εἰς τὴν γῆν ὑπὸ κυρίου βάλλεται ἐρίῳ ἐοικὼς ἐξ ου ἱμάτιόν ἐστι κατασκευάσαι τῇ ψυχῇ, τοῦ ἐρίου τούτου καρποφορουμένου ὑπὸ τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αιροντος τὴν