273
μιαιφόνου προαιρέσεως, μετὰ ἀνδροφόνου διανοίας, μετὰ ᾑμαγμένων χειρῶν. Καὶ ἔλεγον· ∆οκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; ∆ιὰ τοῦ Πάσχα ἐπεβούλευον, καὶ τὸν καιρὸν τῆς ἑορτῆς ἐποιοῦντο καιρὸν σφαγῆς· τουτέστιν, Ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ, τοῦ καιροῦ καλοῦντος αὐτόν. Ὢ τῆς ἀσεβείας! ὅτε πλείονος ἔδει τῆς εὐλαβείας, καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις εἰλημμένους ἀφιέναι, τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. Καίτοι καὶ ἤδη τοῦτο ποιήσαντες, οὐ μόνον οὐδὲν ὤνησαν, ἀλλὰ καὶ καταγέλαστοι γεγόνασι. ∆ιὰ τοῦτο συνεχῶς ἐμπίπτων διαφεύγει, καὶ βουλευομένους αὐτὸν ἀνελεῖν κατέχει καὶ ἀπορεῖν ποιεῖ, τῇ τῆς δυνάμεως ἀποδείξει κατανύξαι βουλόμενος· καὶ ἵνα ὅταν λάβωσιν αὐτὸν, μάθωσιν ὅτι οὐ τῆς οἰκείας ἰσχύος ἦν, ἀλλὰ τῆς ἐκείνου συγχωρήσεως τὸ γινόμενον. Οὐδὲ γὰρ τότε ἴσχυσαν αὐτὸν συλλαβεῖν, καὶ ταῦτα πλησίον οὔσης τῆς Βηθανίας· καὶ ὅτε δὲ συνέλαβον, ἔῤῥιψεν αὐτοὺς ὑπτίους. Πρὸ ἓξ δὲ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος· καὶ εἱστιᾶτο παρ' αὐτοῖς, καὶ Μάρθα διακονεῖ, καὶ Λάζαρος ἐσθίει. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μετὰ ἡμέρας πολλὰς καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον, ὅτι ἐν τῇ οἰκίᾳ αὐτῆς τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι, δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν ὅτι ἐν ἀλλοτρίᾳ οἰκίᾳ τοῦτο ἐγένετο. Ἡ δὲ Μαρία οὐ διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικώτερον. Οὐ διηκόνει γὰρ ὡς κεκλημένη, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν· ἀλλ' εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμήν· καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ' ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν, ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν οἱ πολλοί. 59.363 Ἀλλ' ἐπετίμησεν ὁ Ἰούδας, προσχήματι δῆθεν εὐλαβείας. Τί οὖν ὁ Χριστός; Ἔργον καλὸν ἐποίησεν εἰς τὸν ἐνταφιασμόν μου. Τί δήποτε δὲ οὐκ ἤλεγξε τὸν μαθητὴν ἐπὶ τῆς γυναικὸς, οὐδὲ εἶπε τοῦτο ὅπερ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἐβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε πολλάκις, εἰπών· Οὐ πάντες πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων. Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγξαντο; Καὶ πάντες, κἀκεῖνος· ἀλλ' οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοι, τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονομεῖν ἐποίησε φιλάργυρον ὄντα; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν μὲν ἀπόῤῥητον λόγον ὁ Θεὸς οἶδεν· εἰ δέ τι χρὴ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε (καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας τὴν παραμυθίαν)· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν ἐβούλετο κατέχειν ὁ Χριστὸς, πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. ∆ιὸ οὐδὲ ἐνεκάλει αὐτῷ κλέπτοντι, καίτοι γε εἰδὼς, ἐμφράττων τὴν πονηρὰν ἐπιθυμίαν, καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. Ἄφετε αὐτὴν, φησίν· εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε. Πάλιν τὸν προδότην ἀνέμνησεν, ἐνταφιασμὸν εἰπών. Ἀλλ' οὐ καθικνεῖται αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ μαλάσσει τὸ ῥῆμα, καίτοι ἱκανὸν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὡσανεὶ ἔλεγεν· Ἐπαχθής εἰμι καὶ φορτικός· ἀλλὰ ἀνάμεινον μικρὸν, καὶ ἀπελεύσομαι. Καὶ γὰρ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν· Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ' οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινόμενον ἐπέκαμψε, καίτοι γε καὶ τούτων πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ' αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκε καὶ ἁλῶν· ὃ καὶ τὰς λῃστρικὰς οἶδε κατέχειν ψυχὰς (καὶ ῥήματα ἕτερα ἐφθέγξατο, ἱκανὰ καὶ λίθον μαλάξαι)· καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου, ἀλλ' ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἵνα μηδὲ ὁ χρόνος εἰς λήθην ἐμβάλῃ. Ἀλλὰ πρὸς ἅπαντα ἔστη. γʹ. ∆εινὸν γὰρ ἡ φιλαργυρία, δεινόν· καὶ ὀφθαλμοὺς καὶ ὦτα πηροῖ, καὶ θηρίου χαλεπωτέρους ποιεῖ, οὐ συνειδὸς,