1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

274

ἁμαρτίαν τοῦ κόσμου. Συγγενῶς τούτοις καὶ τοὺς βαλλομένους ὡσεὶ ψωμοὺς τοῦ κρυστάλλου νοήσεις καὶ τὴν ὁμίχλην τὴν πασσομένην ὡσεὶ σποδόν. χρεία τοῖς γεωργοῖς χιόνος καὶ ὁμίχλης· ταῦτα γὰρ ἐρχόμενα ἐπὶ τὰ γενήματα αυξει αὐτά. ωσπερ ουν καὶ ἐπὶ τὴν καλὴν γῆν τὴν ψυχήν, εἰ πέπτωκεν ὁ σπόρος, ἀναγκαῖόν ἐστιν ὡς ὑετὸν ὡς δρόσον ηκειν, ουτω καὶ χιόνα καὶ ὁμίχλην ἐπὶ τὸ γένημα ἡμῶν, ινα δυνηθῶμεν ὑπὸ πάντων τούτων τρεφόμενοι καρποφορῆσαι. Νοήσεις δὲ τὴν χιόνα καὶ τὸν κρύσταλλον καὶ τὴν ὁμίχλην πειρασμοὺς ἐπαγομένους τοῖς ἁγίοις πρὸς δοκιμήν. ουτοι γὰρ ἀπὸ τῶν ἀντικειμένων δυνάμεων ψύχειν πειρῶνται τὴν ἐν αὐτοῖς ἀγάπην, ἐπείπερ ̔Ως ψύχει λάκκος, ουτως ψύχει κακία αὐτῆς. κατὰ πρόσωπον τοῦ ψύχους τούτου, τίς ὑποστήσεται εἰ μὴ ὁ κατὰ Πέτρον καὶ Παῦλον καὶ τὸν ̓Ιὼβ καὶ τὸν ̓Ιακὼβ τὸν εἰπόντα ̓Εγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός; πρὸς ταῦτα λήψῃ καὶ τὰ ὑπὸ Μωυσέως εἰρημένα Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ομβρος ἐπ' αγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. ῳ γὰρ λόγῳ τὰ ῥήματα Μωυσέως τούτοις ὁμοιοῦται, τούτῳ τῷ λόγῳ τὸ ἀποσταλὲν τῇ γῇ τοῦ θεοῦ λόγιον διαιρεῖται εἰς πάντα τὰ εἰρημένα. Τί δὲ τὸ ψῦχος αὐτοῦ ου ἀπὸ προσώπου αὐτοῦ οὐδεὶς ὑποστῆναι δύναται, θεωρῆσαι αξιον. μήποτ' ουν ωσπερ ὁ λόγος αὐτοῦ διάπυρος ὑπάρχων παραβάλλεται πυρὶ θερμαίνων καὶ ζέειν ποιῶν τοὺς ἀπεψυγμένους τῇ κακίᾳ ων ἡ ἀγάπη ἐψύγη διὰ τὸ πλῆθος τῆς ἀνομίας, ουτω πάλιν κατὰ τῶν ψυχῶν τὴν φλόγα τῶν ἐξ ἡδονῶν καὶ παθῶν πυρουμένων ψῦχος θεοῦ λέγεται ου κατὰ πρόσωπον οὐδεὶς ὑποστῆναι δυνήσεται τῶν ὑπὸ παθῶν πεπυρωμένων, ἐπείπερ ἀνεκαύθησαν αἱ καρδίαι αὐτῶν ὡς κλίβανος ὡς φέγγος πυρός, ἐπείπερ πάντες μοιχῶνται καὶ πυροῦνται ὑπὸ ἀκολάστων ἐπιθυμιῶν. τούτοις συνᾴδει τὸ ̓Απὸ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος, φερόμενον ἐν τῷ ̓Ιώβ. 1278 Ps 147,7 ̔Ο προνοητικὸς τοῦ θεοῦ λόγος ἀποστελλόμενος τήξει τὴν χιόνα καὶ τὰ συνηριθμημένα αὐτῇ, ἀλλὰ καὶ πνεύσαντος αὐτοῦ τὸ πνεῦμα υδατα ῥυήσεται (πνεῦμα δὲ τὸν νότον φησίν), εἰς ταῦτα μεταβαλλόντων τῶν προωνομασμένων τῆς χιόνος καὶ τῶν παραπλησίων. Εἰ δὲ καὶ πνευματικῶς καὶ τούτων ἀκοῦσαι δεῖ· ὁ σαφηνιστὴς τοῦ θεοῦ λόγος τῶν λελαλημένων μετ' ἐπικρύψεως ἀποσταλεὶς τήξει τὴν ὁμίχλην τὸν κρύσταλλον τὴν χιόνα ἐπὶ τῷ πότιμα αὐτὰ ποιῆσαι, αμα τοῦ πνεύματος αὐτοῦ τοῦ θεοῦ πνεύσαντος, ἀλλὰ καὶ ὁ λόγος τοῦ θεοῦ ἀποστελλόμενος εἰς τὴν καρδίαν τῶν αὐτὸν παραδεχομένων τήξει τοὺς πειρασμοὺς καὶ ἀφανεῖς καταστήσει, οι τε τῷ πνεύματι ζέοντες, γενναίως τοὺς τοιούτους ὑπομένοντες πειρασμούς, διαλύσουσιν αὐτούς. 1279 Ps 147,8.9 Τῷ καταπατήσαντι καὶ πτερνίσαντι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου μυστικῶς ̓Ιακὼβ καλουμένῳ ἀποστέλλει τὸν λόγον αὐτοῦ τὸν σωτήριον καὶ ποιητικὸν ὁ θεὸς ἐπὶ τῷ σαφηνίσαι αὐτῷ πάντα τὰ ἀληθῆ δόγματα τῆς εὐσεβείας. ειτα μετὰ τὴν νίκην διορατικῶς γεγενημένῳ καὶ ̓Ισραὴλ ἀποδειχθέντι τῷ ὁρᾶν διανοίᾳ θεὸν τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ἀπέστειλεν ἐπὶ τῷ κεκριμένως καὶ δικαίως πάντα ἐνεργεῖν. καὶ ἐπὶ τούτοις τὸ μέγεθος τῆς θεοῦ δωρεᾶς ὑπαρξάσης τῷ ἁγίῳ εθνει ἐμφανίζων φησὶν Οὐκ ἐποίησεν ουτως παντὶ εθνει, ἀλλ' η μόνῳ τῷ ̓Ισραὴλ τὰ προειρημένα πεποίηκε πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· Χριστοῦ μέντοι παραγενομένου τοῦ ἀρχιερέως τῶν ἀληθῶς ἀγαθῶν, πάντα τὰ εθνη πεπλήρωνται τοῦ θείου λόγου.

1280 Ps 148,7.8 ̓Αλλὰ φαίη τις πρὸς τοῦτο, ὡς μάλιστα δείκνυσιν ἡ λέξις αὐτή,

τὸ πλῆθος τῶν ὑδάτων αβυσσον ἀποκαλεῖν (ἐπ' αὐτῇ γὰρ περιεπάτησεν ὁ κύριος) ὡς ἀφ' ἑτέρας ειναι ἀρχῆς· ̓Ανοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, καὶ τὰ ἑξῆς. ειτά