1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

275

φησιν ὡς καταλλήλως ταῖς ἀβύσσοις καὶ οἱ δράκοντες ὠνομάσθησαν ετεροι οντες παρὰ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς καὶ ἐν αλλῳ δὲ ψαλμῷ εν τισι καλουμένοις υδασιν οὐκ αλλοις ουσι τῆς ἐνταῦθα ὀνομαζομένης ἀβύσσου δράκοντες ειναι ἐλέγοντο. γέγραπται γοῦν καὶ ἐν ἑβδομηκοστῷ τρίτῳ Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ υδατος, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος. δυνάμεις δὲ πονηρὰς πεπεῖσθαι χρὴ σημαίνεσθαι διὰ τούτων, ας ὁ τοῦ θεοῦ λόγος συνέτριψε καθ' ον χρόνον καὶ μέχρι τῶν ἀβύσσων κατελήλυθε. Τήρει δέ, φησίν, οπως ἀκριβῶς σφόδρα ὁ λόγος οὐ προστάττει τοῖς δράκουσι τοῖς ἐν ταῖς ἀβύσσοις αἰνεῖν, ἁπλῶς δὲ αὐτῶν μνημονεύει· οὐ γὰρ αξιοι τοῦ αἰνεῖν τὸν θεόν. καλοῦνται δὲ ἀναγκαίως εἰς τὸ ὑπακούειν τοῦ υμνου τοῦ ὑπὸ πάσης κτίσεως ἀναπεμπομένου τῷ τῶν ολων κυρίῳ καὶ βασιλεῖ καὶ θεῷ. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. ταῦτα πάντα ἀμφὶ τὸν ἀέρα ὑφιστάμενα ἀναγκαίως ἐμνημονεύθη ὡς αν μέρη οντα τοῦ σύμπαντος κόσμου καὶ ὡς διὰ τοῦ θείου λόγου ὑποστάντα καὶ αὐτῷ ἐξυπηρετούμενα. δίχα γὰρ τοῦ δημιουργικοῦ λόγου ἀθρόως τε τὸν σύμπαντα κόσμον ἐπιπορευομένου καὶ τοῖς μέρεσιν αὐτοῦ ἐπιστατοῦντος, ουτε χιὼν ουτε πῦρ ουτε κρύσταλλος ουτε καταιγὶς ουτε ανεμος ὑποσταίη ποτ' αν, ἀλλ' οὐδ' ἐνεργήσει ετι δίχα τῆς αὐτοῦ βουλῆς. ουτως ουν ἀκουστέον ταῦτα ποιοῦντα τὸν λόγον αὐτοῦ. 1281 Ps 148,11 ∆υνατὸν δὲ καὶ βασιλέας καὶ αρχοντας καὶ κριτὰς εἰπεῖν τοὺς ὑπεραναβεβηκότως βιοῦντας καὶ κριτικῶς καὶ ἐξεταστικῶς τοῖς πράγμασι προσερχομένους, λαοὺς δὲ τοὺς ὑποδεέστερον πεπιστευκότας. 1282 Ps 148,14 Κέρας λαοῦ ὁ μονογενής ἐστι τοῦ θεοῦ λόγος ῳ προσφωνοῦντες οἱ αγιοι ελεγον ̓Εν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. διὸ καὶ μονόκερως ὁ λόγος ὠνομάζετο κατὰ τὸ ̔Ως δόξα μονοκέρωτος αὐτῷ. περὶ τούτου ειρηται ̓Εκεῖ ἐξανατελῶ κέρας τῷ ∆αυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· αντικρυς γὰρ ἐδήλωσε τὸν κατὰ σάρκα ἐκ σπέρματος ∆αυὶδ γενησόμενον Χριστὸν αὐτὸν ειναι κέρας, ον δίκην ἡλίου καὶ φωτὸς ἐξανατέλλειν θεσπίζει. τοῦτο τοίνυν τὸ κέρας φησὶν ὑψώσειν τὸν λαὸν αὐτοῦ, ιν' ὑψωθὲν πᾶσι τοῖς εθνεσιν ἐμφανὲς γένηται. Μόνων δὲ τῶν ὁσίων ἐστὶν ὑμνεῖν ἀλλ' οὐ τῶν ἁμαρτωλῶν, ἐπείπερ Οὐχ ὡραῖος αινος ἐν στόματι ἁμαρτωλοῦ· Τοῖς γὰρ εὐθέσι πρέπει αινεσις. τίνες δὲ οἱ οσιοι ων ὁ υμνος η οἱ τοῦ ̓Ισραὴλ υἱοὶ οἱ διορατικοὶ καὶ νοῦν θεὸν ὁρῶντα εχοντες, οιτινες καὶ λαὸς ἐγγίζοντες θεῷ ειρηνται. ἐγγίζουσι δὲ θεῷ σχέσει καὶ διαθέσει οἱ πεφωτισμένον νοῦν καὶ ψυχὴν εχοντες καθαράν, ηκοντες τῇ προτροπῇ τοῦ εἰπόντος ̓Εγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. οὐ τοῦ τυχόντος δὲ τοῦτό ἐστιν· ἀμέλει γοῦν ειρηται περὶ τοῦ ἱεροφάντου Μωυσέως οτι μόνος ἐγγιεῖ πρὸς θεόν.

1283 Ps 149,1bc Μόνοι οἱ τὸν νέον ανθρωπον ἐνδυσάμενοι ᾳδειν δύνανται

τὸ καινὸν ᾳσμα τῷ φρονεῖν καὶ πράττειν τὰ τῆς καινῆς διαθήκης, δουλεύοντες καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. οἱ αὐτοὶ δὲ συμπληροῦσι καὶ ἐκκλησίαν ὁσίων, κατορθοῦντες τὰ οσια ∆αυὶδ τὰ πιστὰ καὶ ὁσιωτάτην πρὸς τὸν θεὸν δικαιοσύνην εχοντες· οθεν καὶ ἡ αινεσις ου τὸ καινὸν ᾳσμα τυγχάνει ἐν τῇ τούτων ἐκκλησίᾳ ἐστίν. 1284 Ps 149,5 Οἱ ὁσιότητα κατορθώσαντες ὡς καὶ παρωνύμως ἀπ' αὐτῆς αὐτοὺς χρηματίζειν ἐν δόξῃ καυχήσονται τῇ μελλούσῃ καὶ αἰωνίῳ· Λογιζόμεθα γάρ φησιν ὁ ἀπόστολος οτι οὐκ αξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς. ∆υνατὸν δὲ τὴν δόξαν ἀκοῦσαι ἐφ' ῃ οσιοι καυχῶνται ἐκείνην περὶ ης ειρηται ̓Οφθήσεται ἡ δόξα κυρίου, καὶ ̔Η δόξα τοῦ θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν, οὐχ ἑτέρας ουσης τοῦ ἀπαυγάσματος τῆς δόξης τοῦ θεοῦ. διὸ καὶ γέγραπται ̔Ο καυχώμενος ἐν κυρίῳ καυχάσθω. ἐπὶ ταύτῃ τῇ δόξῃ τῇ καὶ σοφίᾳ συγκαθεύδοντες οἱ οσιοι καυχήσονται· ειρηται γὰρ ̔Ηνίκα αν