275
καὶ τὸ κατάλυμα; οὐχὶ εὐθέως θεασάμενοι στένομεν, ἐννοοῦντες πόσον πόνον ὑπέμεινε, πόσας ἁρπαγὰς ἥρπασε, καὶ οὐδαμοῦ φαίνεται, ἀλλ' ἐντρυφῶσιν ἕτεροι τοῖς ἐκείνου, οὓς οὐδὲ προσεδόκησε, τάχα δὲ καὶ ἐχθροὶ, ἐκείνου τὴν ἐσχάτην διδόντος δίκην. Ταῦτα καὶ ἡμᾶς μένει. Πάντως γὰρ ἀποθανούμεθα, πάντως τὸ αὐτὸ τέλος ὑποστησόμεθα. Πόσην ὀργὴν, εἰπέ μοι, πόσην δαπάνην, πόσας ἀπεχθείας ὑπέστησαν! Καὶ τί τὸ κέρδος; Κόλασις ἀθάνατος, καὶ τὸ μηδεμιᾶς τυχεῖν παραμυθίας· καὶ τὸ μὴ ζῶντας μόνον, ἀλλὰ καὶ ἀπελθόντας κατηγορεῖσθαι παρὰ πάντων. Τί δέ; τῶν πολ 59.366 λῶν τὰς εἰκόνας ὅταν ἴδωμεν ἀνακειμένας ἐν ταῖς οἰκίαις, οὐχὶ μᾶλλον θρηνοῦμεν; Ἀληθῶς καλῶς εἶπεν ὁ Προφήτης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ταραχὴ γὰρ ὄντως ἡ περὶ τὰ τοιαῦτα σπουδή· ταραχὴ καὶ θόρυβος περιττός. Ἀλλ' οὐκ ἐν ταῖς μοναῖς ταῖς αἰωνίοις τοῦτό ἐστιν, οὐδὲ ἐν ταῖς σκηναῖς ἐκείναις. Ἐνταῦθα μὲν γὰρ ἕτερος ἐμόχθησε, καὶ ἕτερος ἀπολαύει· ἐκεῖ δὲ τῶν ἑαυτοῦ μόχθων ἕκαστος ἔσται κύριος, καὶ πολυπλασίονα λήψεται τὴν ἀμοιβήν. Πρὸς ἐκείνην τοίνυν ἐπειγώμεθα τὴν κτῆσιν· ἐκεῖ κατασκευάζωμεν ἑαυτοῖς οἰκίας, ἵνα ἀναπαυσώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
59.365 ΟΜΙΛΙΑ Ξʹ. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μό νον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον
ἴδωσιν, ὃν ἤγει ρεν ἐκ νεκρῶν. αʹ. Ὥσπερ ὁ πλοῦτος τοὺς οὐ προσέχοντας ἐκτραχηλίζειν εἴωθεν, οὕτω καὶ ἡ ἀρχή. Ἐκεῖνος μὲν γὰρ εἰς πλεονεξίαν, αὕτη δὲ εἰς ἀπόνοιαν ἄγει. Ὅρα γοῦν τὸ ἀρχόμενον πλῆθος τῶν Ἰουδαίων ὑγιαῖνον, τοὺς δὲ ἄρχοντας διεφθαρμένους. Ὅτι γὰρ οὗτοι αὐτῷ ἐπίστευον, λέγουσι μὲν συνεχῶς οἱ εὐαγγελισταὶ, ὅτι Πολλοὶ ἐκ τοῦ ὄχλου ἐπίστευσαν αὐτῷ. Ἐκ δὲ τῶν ἀρχόντων ἠπίστουν. Καὶ αὐτοὶ λέγουσιν, οὐχὶ ὁ ὄχλος, Μή τις τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλὰ τί φησι; Τὸ πλῆθος, οἱ μὴ εἰδότες τὸν Θεὸν, ἐπικατάρατοί εἰσι. Τοὺς πιστεύοντας ἐπικαταράτους ἔλεγον, ἑαυτοὺς δὲ ἀναιροῦντας, συνετούς. Καὶ ἐνταῦθα δὲ τὸ θαῦμα θεασάμενοι, ἐπίστευον οἱ πολλοί· οἱ δὲ ἄρχοντες οὐκ ἠρκοῦντο μόνον τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν ἐπεχείρουν. Ἔστω, τὸν Χριστὸν, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους οὕς φατε· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν, ἐπεχείρουν αὐτὸν ἀναιρεῖν; Μὴ ἆρα τὸ καλῶς παθεῖν, ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο· ἀλλ' οὐδὲν αὐτοὺς οὕτω ἐξεθηρίωσεν, οὐχ ὁ παραλελυμένος, οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Καλά γε (οὐ γάρ;) τῆς ἑορτῆς τὰ κατορθώματα, φόνοις ἀναμιγνύναι τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μηδὲν εἶχον μέμψασθαι, κατὰ τοῦ θεραπευομένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδ' ὅτι ἐναντιοῦται τῷ Πατρὶ εἶχον εἰπεῖν. Ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος 59.366 μὲν ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ οὗτος δὲ ἐπίσημος· καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάντων ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας. ∆ιὰ τοῦτο, πάντες ἔτρεχον ὀψόμενοι. Τοῦτο οὖν αὐτοὺς ἔδακνε, τὸ τῆς ἑορτῆς ἑστώσης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν, καὶ οὐδὲ