276
ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. Καὶ διὰ τοῦτο ἀρχόμενος ὁ νόμος, ἀπὸ τούτου ἄρχεται· Οὐ φονεύσεις· καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν, πάλιν εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν τῇ ἀναχωρήσει, πεπαυμένοις αὐτοῖς ἐφίσταται. Ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια· καὶ, ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγένετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητείαν πληροῦντος ἦν· τὸ δὲ [ἐπὶ] ὄνον καθίσαι, μέλλον πρᾶγμα προδιατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Πῶς δὲ οἱ ἄλλοι φασὶν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπεν· Λύσατε τὴν ὄνον καὶ τὸν πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ὅτι ὀνάριον εὑρὼν ἐπεκάθισεν; Ὅτι ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὴν ὄνον ἀγόντων τῶν μαθητῶν, εὑρόντα αὐτὸν ἐπικαθίσαι. Τὰ δὲ βαΐα τῶν φοινίκων καὶ τῶν ἐλαιῶν ἔλαβον, καὶ τὰ ἱμάτια ὑπεστόρεσαν, δεικνύντες ὅτι λοιπὸν μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα αὐτοὺς ἀπέπνιγε, τὸ πεισθῆναι πάντας ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν; Τί δέ ἐστι, Χαῖρε σφόδρα, θύγατερ Σιών; Ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις· Θάῤῥει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενος εἰσῆλθεν, ἀλλ' ὄνον ἔχων μόνον. Τοῦτο δὲ οὐκ ᾔδεσαν, φησὶν, οἱ μα 59.367 θηταὶ αὐτοῦ, ὅτι ἦν ἐπ' αὐτῷ γεγραμμένον. Ὁρᾷς ὅτι τὰ πλείονα ἠγνόουν, ἐπειδὴ αὐτὸς οὐκ ἀπεκάλυπτεν αὐτοῖς; Καὶ γὰρ ὅτε εἶπεν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, οὐδὲ τότε ᾔδεσαν οἱ μαθηταί. Καὶ ἄλλος δὲ εὐαγγελιστὴς λέγει, ὅτι ἦν κεκρυμμένος ὁ λόγος ἀπ' αὐτῶν, καὶ οὐκ ᾔδεσαν ὅτι δεῖ αὐτὸν ἀναστῆναι ἐκ τῶν νεκρῶν. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο. ∆ιὸ καὶ ἄλλος λέγει εὐαγγελιστὴς, ὅτι καθ' ἕκαστον ἀκούοντες ἤλγουν, καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἰδέναι τὸν περὶ τῆς ἀναστάσεως λόγον. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ' αὐτούς· τὸ μέντοι τῆς ὄνου διατί αὐτοῖς οὐκ ἀπεκαλύφθη; Ὅτι καὶ τοῦτο μέγα ἦν. βʹ. Ὅρα δὲ φιλοσοφίαν εὐαγγελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται τὴν προτέραν αὐτῶν ἄγνοιαν ἐκπομπεύειν. Ὅτι μὲν οὖν γέγραπται, ᾔδεσαν· ὅτι δὲ ἐπ' αὐτῷ γέγραπται, οὐκ ᾔδεσαν. Καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλοι πάσχειν, καὶ οὕτως ἐκδίδοσθαι. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγε. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν, ὅτι περὶ βασιλείας ἐδόκουν ταύτης λέγεσθαι. Ἐμαρτύρει δὲ ὁ ὄχλος, ὅτι ἀνέστησε τὸν Λάζαρον. Οὐ γὰρ ἂν τοσοῦτοι μετέθεντο ἐξαίφνης, φησὶν, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Οἱ δὲ Φαρισαῖοι εἶπον πρὸς αὐτούς· Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει. ∆οκεῖ δέ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων μὲν, οὐ τολμώντων δὲ παῤῥησιάσασθαι, εἶτα ἀπὸ τῆς ἐκβάσεως κατεχόντων αὐτοὺς ὡς ἀνήνυτα ἐπιχειροῦντας. Κόσμον δὲ ἐνταῦθα πάλιν τὸν ὄχλον φασίν. Οἶδε γὰρ ἡ Γραφὴ κόσμον καὶ τὴν κτίσιν λέγειν, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας. Καὶ τὸ μέν φησιν, ὅταν λέγῃ, Ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ· τὸ δὲ, ὅταν λέγῃ, Ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ. Καὶ χρὴ ταῦτα ἀκριβῶς εἰδέναι, ἵνα μὴ παρὰ τὴν σημασίαν τῶν ὀνομάτων λαβὴν παρέχωμεν τοῖς αἱρετικοῖς. Ἦσαν δέ τινες τῶν Ἑλλήνων ἀναβάντες προσκυνῆσαι εἰς τὴν ἑορτήν. Ἐγγὺς ὄντες λοιπὸν τοῦ