1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

277

Λήψεσθε γὰρ δύναμιν τοῦ ἁγίου πνεύματος ἐπελθόντος ἐφ' ὑμᾶς, τοῖς ἀποστόλοις ὑπὸ τοῦ σωτῆρος ειρηται, καὶ τὸ ̔Υμεῖς δὲ καθήσεσθε ἐν τῇ πόλει, εως ου ἐνδύσησθε δύναμιν ἐξ υψους. οταν τοίνυν βεβαίως τις ταύτην τὴν δοθεῖσαν αὐτῷ δύναμιν φυλάξῃ ἐν προσοχῇ περιέπων αὐτήν, ἐν στερεώματι αὐτῆς γινόμενος αἰνεῖ τὸν θεόν, ἀφ' ου τὴν θείαν ταύτην εσχε δύναμιν, καὶ ἐρεῖ Πάντα ἰσχύσω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ειτ' ἐπεὶ βασιλεύονται ὑπὸ τοῦ σωτῆρος τῆς δυνάμεως ης ἐν τῷ στερεώματι αἰνοῦσιν αὐτόν, νοοῦντες τὰς παντοκρατορικὰς δυναστείας καθ' ας βασιλικῶς δημιουργεῖ προνοεῖται εὐεργετεῖ κολάζει, αἰνοῦσιν αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. 1288 Ps 150,2b Οιόν ἐστι τὸ ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ σοφὸς ἐπιστάμενος κατὰ τὸ πλῆθος τῶν ἀνεξιχνιάστων κριμάτων αἰνέσει τὸν ου ἡ ἀκαταληψία τῶν κριμάτων καὶ τῶν ὁδῶν, ὡς λέγει Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, καὶ τὸ ̓Εθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. οσον γὰρ αν αὐτῆς περινοήσω πλῆθος, κραταιουμένη ὑπὲρ ἐμὲ γίνεται, ὡς μὴ δυνηθῆναι ετι συνδραμεῖν αὐτῇ ἀπείρῳ ουσῃ καὶ ἀκαταλήπτῳ. 1289 Ps 150,3 ̔Ο μὴ ἐπαισχυνόμενος ̓Ιησοῦν καὶ τοὺς λόγους αὐτοῦ μετὰ παρρησίας σαφῶς καὶ μεγαλοφώνως τὰ τῆς θεολογίας προφέρων αἰνεῖ αὐτὸν καὶ τὸν πατέρα αὐτοῦ ἐν ηχῳ σάλπιγγος· οθεν καὶ οἱ τῆς ἀληθείας κήρυκες ἐπὶ τῷ παρρησιέστερον καὶ σαφῶς ἀπαγγέλλειν τὴν διδασκαλίαν ἐντολὴν εχουσιν ὡς σάλπιγγι ἑαυτῶν ὑψοῦν τὴν φωνήν. ειρηται γοῦν πρὸς αὐτοὺς Σαλπίσατε ἐν σάλπιγγι, ἐν Σιὼν κηρύξατε ἐν ορει ἁγίῳ μου. ἀλλὰ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις, οπως πᾶσι τοῖς ἀνισταμένοις φοβερὰ καταστῇ, διὰ σάλπιγγος σημαίνεται, ῃ φησι Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται αφθαρτοι, καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ ̓Εν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, ἐπὶ τῷ τοὺς κεκοιμημένους ἐν Χριστῷ ἀναστῆναι. ὡς ουν τὸ πρόσταγμα τῆς ἀναστάσεως φανερούμενον πᾶσιν ἐπὶ τῷ δικαίους καὶ ἀδίκους ἀναστῆναι τῷ μεγαλοφώνῳ τῶν ὀργάνων γνωρίζεται, ἀκόλουθον καὶ τοὺς θεοῦ αινους ταὐτῷ τῷ ὀργάνῳ προφέρεσθαι. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. τί τὸ ψαλτήριον καὶ ἡ κιθάρα καὶ ποίαν εχουσι πρὸς αλληλα διαφορὰν ἐν τοῖς προάγουσιν ειρηται. αἰνετέον ουν θεόν, ψάλλοντες ἐν πνεύματι καὶ νῷ· τοῦτο γὰρ τὸ ψαλτήριον· τὸ γὰρ πνεῦμα καὶ ὁ νοῦς ανωθεν ἐκ θεοῦ δι' ὑψηλότητα δογμάτων συνηχεῖ. αἰνετέον δὲ καὶ κιθάρᾳ· διὰ πάσης δυνάμεως τῆς ψυχῆς καὶ αἰσθήσεως χορδῶν τεταμένων δίκην κρούονται. κιθάρα γὰρ ἡ ψυχὴ ἐν τοῖς προαναγνωσθεῖσιν ἀπεδόθη. εἰ δὲ * διὰ πάσης ἐνεργείας ἑκάστου μέλους συντείνουσ * ἀλλοτρόπῳ κιθάρας κρούεται, οὐκ αν σφαλείη τις * διὰ πάσης πράξεως τῆς διὰ σώματος αἰνεῖσθαι θεόν. 1290 Ps 150,4 Οἱ τὴν νέκρωσιν ̓Ιησοῦ ἐν τῷ σώματι περιφέροντες δι' αὐτοῦ τοῦ νενεκρωκέναι τὴν σάρκα τὴν σφῶν αἰνοῦσιν ἐν τυμπάνῳ. ἡρμήνευται καὶ πρότερον τοῦτο ειναι τὸ τύμπανον, οτε προέκειτο τὸ ̓Εν μέσῳ νεανίδων τυμπανιστριῶν. τοῦτο γὰρ τὸ σῶμα, οταν ἐξ ἀναστάσεως ἀναλάβῃ ἡ ψυχή, νεᾶνίς ἐστι τυμπανίζουσα ἐν τῷ ἀπαγγέλλειν τοὺς θεοῦ αινους ἐν τῇ στάσει τῶν ἐπουρανίων σὺν ταῖς μυριάσι τῶν πανηγυριζόντων ἀγγέλων, ὡς ειναι δηλούμενον τοῦτο διὰ τῆς ἐπιφερομένης λέξεως ἐχούσης Αἰνεῖτε ωσπερ ἐν τυμπάνῳ, ουτως καὶ ἐν χορῷ· χορεύει γὰρ σὺν ταῖς δυνάμεσι καὶ πάσῃ τῇ ὑπερτέρῳ κτίσει ἡ ψυχὴ μετὰ τὴν ἀνάστασιν, ἀντὶ φθαρτοῦ καὶ ἀσθενοῦς καὶ ἀτίμου καὶ ψυχικοῦ σώματος αφθαρτον δυνατὸν ενδοξον πνευματικὸν ἀναλαβοῦσα τὸ σῶμα. Τὸ δὲ ἐν χορδαῖς καὶ ὀργάνῳ αἰνεῖν ταὐτὸν δύναται τῷ αἰνεῖν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· τάχα γὰρ τὴν κιθάραν χορδάς, τὸ δὲ ψαλτήριον οργανον ειπεν. 1291 Ps 150,5 ∆ηλοῦσθαι νομίζω διὰ τοῦ αἰνεῖσθαι αὐτὸν ἐν κυμβάλοις εὐήχοις τὸ δεῖν καὶ φωνῇ τῇ κατὰ προφορὰν ἀνυμνεῖν διὰ θεολογίας τὸν κύριον. παρίσταται δέ μοι