277
προσήλυτοι γίνεσθαι, ἦσαν εἰς τὴν ἑορτήν. Τῆς φήμης οὖν διαδοθείσης, λέγουσι· Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται. Ἀλλ' οὐδὲ οὗτος ἁπλῶς αὐθεντεῖ· ἤκουσε γὰρ, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. ∆ιὰ τοῦτο μετὰ τοῦ μαθητοῦ κοινωσάμενος, τῷ διδασκάλῳ ἀναφέρει· ἀμφότεροι γὰρ εἶπον αὐτῷ. Ὁ δὲ τί φησιν; Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Τί ἐστιν, Ἦλθεν ἡ ὥρα; Ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, πᾶσαν ἐγκόπτων ἀγνωμοσύνης πρόφασιν ἀπὸ Ἰουδαίων, καὶ κατεῖχεν αὐτούς. Ἐπεὶ οὖν ἐπέμενον οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ ἐβούλοντο προσελθεῖν, Καιρὸς λοιπὸν, φησὶν, ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων. Εἰ γὰρ μέλλοιμεν τούτοις μὲν καὶ ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπεὶ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησί· Καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. Ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, 59.368 ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἀλλ', Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· καὶ, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν ὡς ἀνελεῖν, περιττὸν ἧν προσεδρεύειν διακρουομένων ἐκείνων. Καὶ γὰρ παρῃτήσαντο αὐτὸν λέγοντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν, ἐπειδὴ αὐτοὶ ἀφῆκαν. ∆ιὰ τοῦτο λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! Τί ἐστιν· Ὁ κόκκος τοῦ σίτου, ἐὰν μὴ πεσὼν ἀποθάνῃ; Περὶ τοῦ σταυροῦ λέγει. Ἵνα γὰρ μὴ θορυβῶνται ἐννοοῦντες ὅτι, ὅτε καὶ Ἕλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει· Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοὺς ποιεῖ προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἶτα, ἐπειδὴ ἀπὸ λόγων οὐχ οὕτως ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων πείρας αὐτὸ μεθοδεύει λέγων· Ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται· μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ. Εἰ δὲ ἐν τοῖς σπέρμασι τοῦτο, πολλῷ μᾶλλον ἐν ἐμοί. Ἀλλ' οὐκ ᾔδεσαν οἱ μαθηταὶ τὰ λεγόμενα. ∆ιὸ συνεχῶς αὐτὸ τίθησιν ὁ εὐαγγελιστὴς, ἀπολογούμενος ὑπὲρ τῆς μετὰ ταῦτα φυγῆς. Τοῦτον καὶ περὶ τῆς ἀναστάσεως διαλεγόμενος ὁ Παῦλος τὸν λόγον ἐκίνησε. γʹ. Ποίαν οὖν ἕξουσιν ἀπολογίαν οἱ τῇ ἀναστάσει διαπιστοῦντες, ἐν τοῖς σπέρμασι τοῦ πράγματος καθ' ἑκάστην μελετωμένου τὴν ἡμέραν, καὶ ἐν φυτοῖς, καὶ ἐπὶ τῆς γενέσεως τῆς ἡμετέρας; Πρότερον γὰρ δεῖ φθαρῆναι τὸ σπέρμα, καὶ τότε γενέσθαι γένεσιν. Ὅλως δὲ ὅταν ὁ Θεός τι ποιῇ, λογισμῶν οὐκ ἔστι χρεία. Πῶς γὰρ ἐξ οὐκ ὄντων ἡμᾶς ἐποίησε; Ταῦτα πρὸς Χριστιανοὺς λέγω, τοὺς λέγοντας πείθεσθαι Γραφαῖς. Ἐγὼ δὲ καὶ ἕτερον ἐρῶ ἀπὸ λογισμῶν ἀνθρωπίνων. Τῶν ἀνθρώπων οἱ μὲν ἐν κακίᾳ διάγουσιν, οἱ δὲ ἐν ἀρετῇ. Ἀλλὰ τῶν ἐν κακίᾳ διατριβόντων πολλοὶ εἰς ἔσχατον γῆρας ἦλθον εὐπαθοῦντες· τῶν δὲ ἐν ἀρετῇ, τὰ ἐναντία ὑπομείναντες. Πότε οὖν τὰ κατ' ἀξίαν ἀπολήψεται ἕκαστος; ἐν ποίῳ καιρῷ; Ναὶ, φησίν· ἀλλὰ σωμάτων οὐκ ἔστιν ἀνάστασις. Οὐκ ἀκούουσι τοῦ Παύλου λέγοντος· ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Οὐ περὶ ψυχῆς (οὐδὲ γὰρ φθείρεται ἡ ψυχή)· καὶ ἀνάστασις δὲ τοῦ πεπτωκότος λέγεται· ἔπεσε δὲ τὸ σῶμα. ∆ιατί δὲ οὐ βούλει ἀνάστασιν εἶναι σώματος; Πότερον οὐ δυνατὸν τῷ Θεῷ; Ἀλλὰ τοῦτο μὲν ἐσχάτης ἀνοίας λέγειν. Ἀλλ' οὐ πρέπει; ∆ιατί οὐ πρέπει τὸ φθαρτὸν καὶ πόνου καὶ θανάτου κοινωνῆσαν, κοινωνῆσαι καὶ τῶν στεφάνων; Εἰ γὰρ μὴ ἔπρεπεν, οὐδ' ἂν παρὰ τὴν ἀρχὴν ἐγένετο, οὐκ ἂν σάρκα αὐτὸς ἀνέλαβεν. Ὅτι δὲ καὶ ἀνέλαβε, καὶ αὐτὴν ἀνέστησεν, ἄκουσον τί φησι· Βάλε τοὺς δακτύλους, καὶ ἴδε, ὅτι πνεῦμα ὀστᾶ καὶ νεῦρα οὐκ ἔχει. ∆ιατί δὲ τὸν Λάζαρον ἀνέστησεν, εἰ βέλτιον ἦν χωρὶς σώματος ἀναστῆναι; τί ἐν τάξει σημείου καὶ