278
τοῦτο νοεῖν ἐκ τῆς τοῦ ἀποστόλου λέξεως γράφοντος ουτως· Γέγονα χαλκὸς ἠχῶν η κύμβαλον ἀλαλάζον· εἰ γάρ φησι μὴ νῷ ἀλλὰ γλώσσῃ λαλήσω μὴ διερμηνεύων εκαστα τῶν ὑπὸ τῆς γλώττης εἰρημένων * ἀντιλήψει τοῦ ἀκροατοῦ μόνης φωνῆς ανευ διανοίας εχοντος, ὡς δοκεῖν αὐτῷ βάρβαρον ειναι τὸν λαλοῦντα, φωνῆς καὶ ἠχουμένου αισθησιν εχοντος, γίνεται αὐτῷ χαλκὸς ἠχῶν η κύμβαλον ἀλαλάζον, κρούων καὶ περιβομβοῦν μόνον τὴν ἀκοὴν αὐτοῦ. δοξολογῶμεν τοίνυν θεόν, καὶ τῇ προφορᾷ μιμούμενοι τοὺς τελείους καὶ δικαίους ανδρας. ειρηται γὰρ περὶ ἑκάστου τούτων τὸ ∆ιήγησις εὐσεβοῦς διαπαντὸς σοφία· ὁμοίως καὶ Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν, ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ· τουτέστι καὶ νῷ καὶ γλώσσῃ καὶ στόματι ὑμνεῖ θεόν. Ευηχον δὲ κύμβαλον ειπε τὴν ἐμμελῆ καὶ μεμουσωμένην φωνήν * ἀριδήλως σημαίνουσαν τὰ πράγματα. τὴν δὲ αὐτὴν κύμβαλον ἀλαλαγμοῦ φησι προφερόμενον ἐπινι * κατὰ ἁλόντων καὶ ὑπὸ πόδα γενομένων τῶν ἐχθρῶν. 1292 Ps 150,6 Οτε πάντα ἐν πᾶσιν ὁ θεὸς γένηται, πληρωθήσεται ἡ προκειμένη λέξις. βοηθῶν γὰρ τῇ ἀσθενείᾳ ἡμῶν νόησιν πνοῆς θείας ἡμῖν ἐνδίδωσιν, ὡς καὶ περὶ τοῦ πρώτου ἀνθρώπου ἀναγέγραπται τὸ ̓Ενεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ανθρωπος εἰς ψυχὴν ζῶσαν. ζωὴ γὰρ καὶ πηγὴ ζωῆς ὁ εἰπὼν ̓Εγώ εἰμι ἡ ζωή, περὶ ης ζωῆς ειρηται τῷ πατρὶ Παρὰ σοὶ πηγὴ ζωῆς. ταύτης τῆς μακαριοποιοῦ καὶ ἁγιαστικῆς ζωῆς πνοὴ εἰς τὸν ανθρωπον ἐρχομένη ζῶσαν τὴν ψυχὴν αὐτοῦ παρασκευάσει, ωστ' αν εἰπεῖν εὐχαριστικῶς τὸν τούτου τυχόντα ̔Η ψυχή μου αὐτῷ ζῇ. ταύτης τῆς δωρεᾶς μόνος καὶ πᾶς ἀπολαύσει ὁ τὸν ̓Ιησοῦ λόγον δεξάμενος καὶ πιστεύσας τῷ ἀποστείλαντι αὐτὸν πατρί. φησὶ γὰρ ὁ σωτὴρ ̔Ο τῶν λόγων μου ἀκούων καὶ πιστεύων τῷ ἀποστείλαντί με εχει ζωὴν αἰώνιον. Ταύτην τὴν πνοὴν αμα τῷ πνεύματι ὀρέγει θεὸς τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ καὶ πατοῦσιν αὐτὰ καλουμένοις λαῷ αὐτοῦ, ὡς ειπεν ὁ προφήτης περὶ αὐτοῦ Ουτω λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ στερέωσας τὴν γῆν, ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· φανερὸν δὲ οτι τὴν γῆν. ειρηται δὲ καὶ πρός τινος ἀρχαίου Πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.