278
εὐεργεσίας αὐτὸ ποιεῖ; τί δὲ ὅλως ἔδωκε τροφάς; Μὴ τοίνυν ἀπατᾶσθε παρὰ τῶν αἱρετικῶν, ἀγαπητοί. Καὶ γὰρ ἀνάστασίς ἐστι, καὶ κρίσις ἐστί. Ταῦτα δὲ ἀναιροῦσιν, ὅσοι μὴ βούλονται δοῦναι λόγον τῶν πεπραγμένων. Καὶ γὰρ δεῖ τὴν ἀνάστασιν τοιαύτην εἶναι, οἵα γέγονεν ἡ τοῦ Χριστοῦ. Ἀπαρχὴ γὰρ ἐκεῖνος, καὶ πρωτότοκος ἀπὸ τῶν νεκρῶν. Εἰ δὲ ἀνάστασις τοῦτό ἐστι, ψυχῆς καθαρμὸς, καὶ ἁμαρτιῶν ἀπαλλαγὴ, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἀνέστη; πῶς ἡμεῖς τῆς κατάρας ἀπηλλάγημεν, εἴ γε καὶ αὐτὸς ἥμαρτε; πῶς δὲ λέγει· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν; Ταῦτα 59.369 γὰρ τὸ ἀναμάρτητον δηλοῦντός ἐστιν. Οὐκοῦν κατ' αὐτοὺς ἢ οὐκ ἀνέστη, ἢ ἵνα ἀναστῇ, ἥμαρτε πρὸ τῆς ἀναστάσεως. Ἀλλὰ καὶ ἀνέστη, καὶ ἁμαρτίαν οὐκ ἐποίησεν. Οὐκοῦν ἀνέστη σώματι· καὶ τὰ δόγματα ταῦτα τὰ πονηρὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ κενοδοξίας ἔκγονα. Φεύγωμεν τοίνυν τοῦτο τὸ νόσημα. Φθείρουσι γὰρ, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Οὐκ ἔστι ταῦτα ἀποστόλων διδάγματα· Μαρκίων ἐστὶ καὶ Οὐαλεντῖνος ὁ ταῦτα καινοτομήσας. Φεύγωμεν τοίνυν, ἀγαπητοί. Οὐδὲν γὰρ ὄφελος βίου καθαροῦ, δογμάτων διεφθαρμένων· ὥσπερ οὖν οὐδὲ τοὐναντίον, δογμάτων ὑγιῶν, ἐὰν βίος ᾗ διεφθαρμένος. Ταῦτα Ἕλληνες ἔτεκον, ταῦτα ἐκεῖνοι ηὔξησαν, ἀπὸ τῶν ἔξωθεν φιλοσόφων λαβόντες, καὶ τὴν ὕλην ἀγέννητον λέγοντες, καὶ πολλὰ τοιαῦτα. Ὥσπερ οὖν εἶπαν, ὅτι οὐκ ἂν εἴη δημιουργὸς, μὴ ὑποκειμένης ὕλης ἀγεννήτου· οὕτω καὶ τὴν ἀνάστασιν ἠθέτησαν. Ἀλλὰ μὴ προσέχωμεν, εἰδότες Θεοῦ δύναμιν παναρκῆ· μὴ προσέχωμεν. Ὑμῖν λέγω ταῦτα. Ἡμεῖς γὰρ τὴν πρὸς αὐτοὺς οὐ παραιτησόμεθα μάχην. Ἀλλ' ὁ ἄοπλος καὶ γυμνὸς, κἂν εἰς ἀσθενεῖς ἐμπέσῃ, κἂν ἰσχυρότερος ᾖ, ῥᾳδίως ἁλώσεται. Εἰ μὲν γὰρ Γραφαῖς προσείχετε, καὶ καθ' ἑκάστην ἑαυτοὺς ἠκονᾶτε τὴν ἡμέραν, οὐκ ἂν παρῄνεσα τὴν πρὸς ἐκείνους φεύγειν μάχην, ἀλλὰ καὶ συμπλέκεσθαι συνεβούλευσα ἄν. Καὶ γὰρ ἰσχυρὰ ἡ ἀλήθεια. Ἐπειδὴ δὲ χρῆσθαι αὐταῖς οὐκ ἴστε, δέδοικα τὴν συμπλοκὴν, μὴ λαβόντες ὑμᾶς ἀόπλους καταβάλωσιν. Οὐδὲν γὰρ, οὐδὲν ἀσθενέστερον ἐκείνων τῶν τῆς τοῦ Πνεύματος βοηθείας ἠρημωμένων. Εἰ δὲ τῇ ἔξωθεν κέχρηνται σοφίᾳ, θαυμάζειν οὐ χρὴ, ἀλλὰ καταγελᾷν, ὅτι τοῖς μωροῖς κέχρηνται διδασκάλοις. Οὔτε γὰρ περὶ Θεοῦ, οὔτε περὶ κτίσεώς τι ὑγιὲς εὑρεῖν 59.370 ἠδυνήθησαν ἐκεῖνοι· ἀλλ' ἅπερ ἡ παρ' ἡμῖν χήρα ἐπίσταται, ταῦτα Πυθαγόρας οὐδέπω ᾔδει· ἀλλ' ἔλεγον ὅτι θάμνος ἐστὶ καὶ ἰχθὺς, καὶ κύων γίνεται ἡ ψυχή. Τούτοις οὖν, εἰπέ μοι, προσέχειν δεῖ; καὶ πῶς ἂν ἔχοι λόγον; Μεγάλοι εἰσὶν ἐν τῇ κώμῃ ἐκεῖνοι, καλοὺς βοστρύχους τρέφουσι, καὶ τρίβωνας ἀναβέβληνται· μέχρι τούτων αὐτοῖς ἡ φιλοσοφία. Ἂν δὲ τὰ ἔνδοθεν ἴδῃς, τέφρα καὶ κόνις, καὶ ὑγιὲς οὐδὲν, ἀλλὰ Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, πάντα ἀκαθαρσίας ἔχων γέμοντα καὶ ἰχῶρος, καὶ τὰ δόγματα πάντα σκωλήκων. Ὁ γοῦν πρῶτος αὐτῶν τὸ ὕδωρ ἔφησεν εἶναι θεὸν, καὶ ὁ μετ' ἐκεῖνον τὸ πῦρ, ἄλλος τὸν ἀέρα, καὶ πάντες εἰς τὰ σώματα κατηνέχθησαν. Τούτους οὖν, εἰπέ μοι, θαυμάζειν χρὴ, τοὺς οὐδὲ ἔννοιαν ἀσωμάτου λαβόντας Θεοῦ, εἰ δήποτε καὶ ὕστερον ἔλαβον, μετὰ τὸ συγγενέσθαι ἐν Αἰγύπτῳ τοῖς ἡμετέροις; Ἀλλ' ἵνα μὴ πολὺν ὑμῖν ἐπάγωμεν θόρυβον, ἐνταῦθα τὸν λόγον καταλύσωμεν. Ἂν γὰρ ἀρξώμεθα τὰ ἐκείνων προτιθέναι δόγματα, καὶ τί μὲν περὶ Θεοῦ, τί δὲ περὶ ὕλης, τί δὲ περὶ ψυχῆς, τί δὲ περὶ σωμάτων εἶπον, πολὺς ἕψεται γέλως. Καὶ οὐδὲ τῆς παρ' ἡμῶν κατηγορίας δεήσονται· αὐτοὶ γὰρ ἀλλήλους ἔβαλον. Ὁ γοῦν καθ' ἡμῶν γράψας τὸν περὶ τῆς ὕλης λόγον, ἑαυτὸν ἀνεῖλε. ∆ιόπερ ἵνα μὴ ματαίως ὑμᾶς ἀποσχολήσωμεν, καὶ λαβύρινθον λόγων ἀνελίσσωμεν, ταῦτα ἀφέντες, ἐκεῖνο ἐροῦμεν, τῆς ἀκροάσεως τῶν θείων ἔχεσθαι Γραφῶν, καὶ μὴ λογομαχεῖν εἰς οὐδὲν δέον· ὃ καὶ Παῦλος παραινεῖ Τιμοθέῳ, καίτοι γε πολλῆς σοφίας ἐμπεπλησμένῳ, καὶ τὴν ἀπὸ τῶν σημείων ἔχοντι δύναμιν. Πειθώμεθα τοίνυν ἐκείνῳ, καὶ τὰς φλυαρίας ἀφέντες, τῶν ἔργων ἐχώμεθα, φιλαδελφίας λέγω καὶ φιλοξενίας· καὶ πολὺν ποιησώμεθα τῆς ἐλεημοσύνης λόγον, ἵνα τῶν ἐπηγγελμένων