280
φησὶν, ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Ποῦ δὲ ὁ Χριστός; Ἐν οὐρανοῖς. Καὶ πρὸ τῆς ἀναστάσεως τοίνυν ἐκεῖ μεταστῶμεν τῇ ψυχῇ καὶ τῷ νῷ. Ἐάν τις ἐμοὶ διακονῇ, ἀγαπήσει αὐτὸν ὁ Πατήρ. ∆ιατί οὐκ εἶπεν, Ἐγώ; Ἐπειδὴ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλὰ μείζονα περὶ τοῦ Πατρός. Οἱ γὰρ μηδὲ ὅτι ἀναστῆναι αὐτὸν ἐχρῆν εἰδότες, πῶς μεγάλα περὶ αὐτοῦ ἐφαντάσθησαν [ἄν]; ∆ιὸ καὶ τοῖς υἱοῖς Ζεβεδαίου φησίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου· καίτοι γε αὐτός ἐστιν ὁ κρίνων. Ἐνταῦθα δὲ καὶ τὸ γνήσιον παρίστησιν. Ὡς γὰρ γνησίου παιδὸς διακόνους, οὕτως ὁ Πατὴρ ἀποδέξεται. Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Καὶ μὴν τοῦτο οὐκ ἔτι προτρεπομένου ἐπὶ τὸν θάνατον ἐλθεῖν. Μάλιστα μὲν οὖν προτρεπομένου. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Αὐτὸς ἔξω τῶν ὠδίνων ὢν τῶν ἀνθρωπίνων, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου παραινεῖ, δείκνυσιν ὅτι καίτοι ἀγωνιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται. Ταῦτα δὲ τῆς οἰκονομίας ἐστὶν, οὐ τῆς θεότητος. ∆ιὰ τοῦτό φησι· Νῦν ἡ ψυχή μου τετάρακται· (ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, ποίαν ἀκολουθίαν ἔχει τὸ λεχθὲν, καὶ τὸ εἰπεῖν· Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης;) καὶ οὕτω τετάρακται, ὡς καὶ ἀπαλλαγὴν ζητεῖν, εἴ γε ἐνῆν διαφυγεῖν. βʹ. Ταῦτα τῆς ἀνθρωπίνης φύσεως τὰ ἀσθενήματα. Ἀλλ' οὐκ ἔχω τί εἴπω, φησὶν, ἀπαλλαγὴν αἰτούμενος. ∆ιὰ γὰρ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην· ὡσανεὶ ἔλεγε· Κἂν θορυβώμεθα, κἂν ταραττώμεθα, μὴ φεύγωμεν θάνατον· ἐπεὶ κἀγὼ νῦν ταραττόμενος, οὐ λέγω ὥστε φυγεῖν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν. Οὐ λέγω, Ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ τί; Πάτερ, δόξασόν σου τὸ ὄνομα. Καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν, τὸ ἐναντίον λέγω, ∆όξασόν σου τὸ ὄνομα· τουτέστιν, Ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· ὃ πολὺ τὸ ἀνθρώπινον ἐπιδείκνυται, καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν, ἀλλὰ τῆς παρούσης ἀντεχομένην ζωῆς· δεικνὺς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. Ὥσπερ γὰρ τὸ πεινῇν οὐκ ἔγκλημα, οὐδὲ τὸ καθεύδειν· οὕτως οὐδὲ τὸ τῆς παρούσης ζωῆς ἐφίεσθαι. Ὁ δὲ Χριστὸς σῶμα καθαρὸν ἁμαρτημάτων εἶχεν, οὐχὶ φυσικῶν ἀναγκῶν ἀπηλλαγμένον· ἐπεὶ οὐδ' ἂν σῶμα ἦν. ∆ιὰ δὴ τούτων καὶ ἕτερόν τι ἐπαίδευσε. Ποῖον δὴ τοῦτο; Ἵνα, εἴ ποτε ἐν ἀγῶνι κατασταίημεν καὶ δειλίᾳ, μηδὲ οὕτως ἀποπηδήσωμεν τῶν προκειμένων. Πάτερ, δόξασόν σου τὸ ὄνομα. ∆είκνυσιν, 59.372 ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, δόξαν εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν. Καὶ τοῦτο συνέβαινε μετὰ τὸν σταυρόν. Ἔμελλεν ἐπιστρέφειν ἡ οἰκουμένη, καὶ γνωρίζειν τὸ ὄνομα τοῦ Θεοῦ καὶ θεραπεύειν αὐτόν· καίτοι οὐ τὸ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τὸ τοῦ Υἱοῦ· ἀλλ', ὅμως τοῦτο σιγᾷ. Ἦλθεν οὖν φωνὴ ἐκ τῶν οὐρανῶν· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ποῦ ἐδόξασεν; Ἐν τοῖς πρὸ τούτων γενομένοις. Καὶ πάλιν δοξάσω μετὰ τὸν σταυρόν. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Ἐκεῖνοι δὲ βροντὴν ἐνόμισαν εἶναι, ἢ ἄγγελον αὐτῷ λελαληκέναι. Καὶ πόθεν τοῦτο ἐνόμισαν; μὴ γὰρ οὐχὶ τρανὴ καὶ εὔσημος ἦν ἡ φωνή; Ἀλλὰ ταχέως αὐτῶν ἀπέπτη, ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καὶ ῥᾳθύμων. Καὶ οἱ μὲν τὸν ἦχον κατεῖχον· οἱ δὲ, ὅτι μὲν ἔναρθρος ἦν ἡ φωνὴ, ᾔδεσαν· τί δὲ ἐσήμαινεν, οὐκ ἔτι. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. ∆ιὰ τί τοῦτο εἶπεν; Πρὸς ἐκεῖνο ἐνιστάμενος ὃ ἔλεγον ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Ὁ γὰρ ὑπὸ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι' αὐτὸν δοξάζεται; ∆ιὰ γὰρ τοῦτο καὶ ἡ φωνὴ ἠνέχθη. ∆ιὸ καὶ αὐτός φησιν, Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς· οὐχ ἵνα ἐγὼ μάθω τι ἀγνοῶν παρ' αὐτῆς (πάντα γὰρ οἶδα τὰ τοῦ Πατρὸς), ἀλλὰ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἄγγελος ἐλάλησεν αὐτῷ, ἢ βροντὴ γέγονε, καὶ οὐ προσεῖχον, φησὶν, ὅτι ∆ι' ὑμᾶς ἐγένετο, ἵνα κἂν οὕτως ἐνάγησθε πρὸς τὸ ἐρωτῆσαι τί τὸ λεχθέν. Οἱ δὲ ἐπτοημένοι, οὐδὲ οὕτως ἐπύθοντο, ἀκούσαντες ὅτι αὐτοῖς ἀνήκει τὸ πρᾶγμα. Τῷ γὰρ οὐκ εἰδότι πρὸς ὃ ἐλέγετο, εἰκότως οὐκ ἐδόκει εὔσημος εἶναι ἡ φωνή. ∆ι' ὑμᾶς ἡ φωνὴ γέγονεν.