281
Ὁρᾷς ὅτι τὰ ταπεινὰ δι' αὐτοὺς γίνεται, οὐχ ὡς τοῦ Υἱοῦ δεομένου βοηθείας; Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν δὲ ὁ ἄρχων τοῦ κόσμου τούτου κάτω βληθήσεται. Τοῦτο ποίαν ἀκολουθίαν ἔχει πρὸς τὸ, Ἐδόξασα, καὶ δοξάσω; Πολλὴν καὶ σφόδρα συνᾴδουσαν. Ἐπειδὴ γὰρ εἶπε, ∆οξάσω, δείκνυσι καὶ τὸν τρόπον τῆς δόξης. Τίς δὲ ὁ τρόπος ἐστίν; Ἐκεῖνος Βληθήσεται κάτω, φησί. Τί δέ ἐστι, Κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ὡσανεὶ ἔλεγε, ∆ικαστήριον ἔσται καὶ ἐκδίκησις. Πῶς καὶ τίνι τρόπῳ; Ἀνεῖλε τὸν πρῶτον ἄνθρωπον, ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ (∆ιὰ γὰρ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος)· ἐν ἐμοὶ τοῦτο οὐχ εὗρε. Τίνος οὖν ἕνεκεν ἐνεπήδησε, καὶ θανάτῳ παρέδωκε; τίνος ἕνεκεν εἰς τὴν Ἰούδα ψυχὴν ἐνέβαλεν ὥστε με ἀνελεῖν; Μὴ γάρ μοι εἴπῃς νῦν, ὅτι ὁ Θεὸς ᾠκονόμησε· τοῦτο γὰρ οὐ τοῦ διαβόλου, ἀλλὰ τῆς αὐτοῦ σοφίας· τέως ἐκείνου ἡ γνώμη ἐξεταζέσθω τοῦ Πονηροῦ. Πῶς οὖν κρίνεται ὁ κόσμος ἐν ἐμοί; Ὡσανεὶ δικαστηρίου καθεζομένου, λεχθήσεται πρὸς αὐτὸν, Ἔστω, πάντας ἀνεῖλες, διὰ τὸ ἁμαρτίας ὑπευθύνους εὑρεῖν· τὸν Χριστὸν διατί ἀνεῖλες; οὐκ εὔδηλον ὅτι ἀδίκως; Οὐκοῦν δι' αὐτοῦ ἐκδικηθήσεται ὁ κόσμος ἅπας. Ἵνα δὲ καὶ σαφέστερον ᾖ, καὶ ἐπὶ παραδείγματος αὐτὸ ποιήσω φανερόν· Ἔστω τις βίαιος τύραννος, πάντας τοὺς ἐμπίπτοντας μυρίοις περιβάλλων κακοῖς. Οὗτος ἐὰν συμβαλὼν βασιλεῖ, ἢ υἱῷ βασιλέως, ἀνέλῃ αὐτὸν ἀδίκως, ὁ ἐκείνου θάνατος καὶ τοὺς ἄλλους ἐκδικῆσαι δυνήσεται. Ἔστω τις ὀφειλέτας ἀπαιτῶν, καὶ τυπτέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· εἶτα ἐκ τῆς αὐτῆς ἀπονοίας καὶ τὸν οὐδὲν ὀφείλοντα ὑπὸ τὴν αὐτὴν εἱρκτὴν ἀγέτω. Οὗτος καὶ ὧν εἰς τοὺς ἄλλους 59.373 ἐποίησε, δώσει δίκην· ἀναιρήσει γὰρ αὐτὸν ἐκεῖνος. γʹ. Οὕτω καὶ ἐπὶ Υἱοῦ γέγονεν. Ὧν γὰρ εἰς ὑμᾶς ἐποίησεν ὁ διάβολος, δι' ὧν εἰς τὸν Χριστὸν ἐτόλμησεν, ἀπαιτηθήσεται δίκην. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἄκουσον τί φησι· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω, διὰ τοῦ θανάτου τοῦ ἐμοῦ. Καὶ ἐγὼ δὲ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστι, καὶ τοὺς ἐξ ἐθνῶν. Καὶ ἵνα μή τις εἴπῃ, Πῶς βληθήσεται κάτω, εἰ καὶ σοῦ περιγίνεται; λέγει, Οὐ περιγίνεται· πῶς γὰρ τοῦ καὶ τοὺς ἄλλους ἕλκοντος; Καὶ οὐ λέγει τὴν ἀνάστασιν, ἀλλ' ὃ τῆς ἀναστάσεως πλέον ἐστὶ, Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἀναστήσομαι, οὔπω δῆλον ὅτι καὶ πιστεύσουσι· τῷ δὲ εἰπεῖν, ὅτι Πιστεύσουσιν, ἀμφότερα συναποδέδεικται, ὅτι καὶ ἀναστήσεται. Εἰ γὰρ νεκρὸς ἔμεινε, καὶ ψιλὸς ἄνθρωπος ἦν, οὐδεὶς ἂν ἐπίστευσε. Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πῶς οὖν φησιν, ὅτι ὁ Πατὴρ ἕλκει; ὅτι Υἱοῦ ἕλκοντος, Πατὴρ ἕλκει. Ἑλκύσω δὲ, φησὶν, ἅτε ὑπὸ τυράννου κατεχομένους, καὶ ἀφ' ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν, καὶ τὰς ἐκείνου χεῖρας οὐ διαφυγεῖν, ἅτε ἀντεχομένου. Ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσῃ. Ταῦτα δὲ τὸ βίαιον αὐτοῦ παριστῶν ἔλεγεν. Ὅπερ οὖν ἐκεῖ ἁρπαγὴν, ἐνταῦθα ἕλξιν ἐκάλεσε. Ταῦτ' οὖν εἰδότες, 59.374 διαναστῶμεν, δοξάσωμεν τὸν Θεὸν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ βίου· ἐπεὶ οὐκ ἂν εἴη δόξα, ἀλλὰ βλασφημία. Οὐ γὰρ οὕτω βλασφημεῖται Θεὸς, Ἕλληνος ὄντος μιαροῦ, ὡς Χριστιανοῦ διεφθαρμένου. ∆ιὸ δὴ δέομαι πάντα ποιεῖν, ὥστε δοξάζεσθαι τὸν Θεόν. Οὐαὶ γὰρ, φησὶ, τῷ δούλῳ ἐκείνῳ, δι' οὗ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται (ὅταν δὲ Οὐαὶ ᾖ, πᾶσα εὐθέως κόλασις καὶ τιμωρία ἕπεται)· μακάριος δὲ, δι' οὗ τὸ ὄνομα δοξάζεται. Μὴ τοίνυν ὡς ἐν τῷ σκότει ὦμεν· ἀλλὰ πάντα φεύγωμεν τὰ ἁμαρτήματα, μάλιστα δὲ τὰ εἰς κοινὴν διαβαίνοντα βλάβην, ἐπειδὴ μάλιστα ἐν τούτοις ὁ Θεὸς βλασφημεῖται Τίνα γὰρ ἕξομεν συγγνώμην, ὅταν ἑτέροις δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν; τίς ἡμῖν ἔσται ἐλπὶς σωτηρίας; Εἰ μὴ πεινῶντα ἔθρεψας, κολάζῃ· εἰ δὲ καὶ ἀπέδυσας ἐνδεδυμένον, ποίας τεύξῃ συγγνώμης; Ταῦτα συνεχῶς λέγοντες οὐ παυσόμεθα. Ἴσως γὰρ οἱ τήμερον μὴ ἀκούσαντες, αὔριον ἀκούσονται· οἱ δὲ τὴν αὔριον μὴ προσέχοντες, τὴν μετ' ἐκείνην πεισθήσονται. Εἰ δέ τινες καὶ ἀπειθῶς εἶεν