282
διακείμενοι, ἀλλ' ἡμῖν ἀνεύθυνον ἔσται τὸ δικαστήριον. Τὸ γὰρ ἡμῶν ἐπληρώσαμεν. Γένοιτο δὲ μήτε ἡμᾶς αἰσχυνθῆναι ἐπὶ τοῖς λεγομένοις, μήτε ὑμᾶς ἐγκαλύψασθαι, ἀλλὰ πάντας δυνηθῆναι μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα καὶ αὐτοὶ δυνηθῶμεν καυχήσασθαι ἐφ' ἡμῖν, καὶ τῶν ἡμετέρων κακῶν παραμυθίαν τινὰ λαβεῖν, τὴν ὑμετέραν εὐδοκίμησιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. 59.373.30 ΟΜΙΛΙΑ ΞΗʹ. Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς λέγεις σὺ, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου; αʹ. Εὐφώρατον ἡ πλάνη καὶ ἀσθενὲς, κἂν μυρίοις ἔξωθεν ἀλείφηται χρώμασι. Καὶ καθάπερ οἱ τὰ σαθρὰ τῶν τοίχων κονιῶντες, οὐκ ἰσχύουσι διὰ τῆς ἀλοιφῆς διορθοῦν· οὕτω καὶ οἱ ψευδόμενοι ῥᾳδίως ἐλέγχονται· ὃ δὴ καὶ ἐνταῦθα πεπόνθασιν οἱ Ἰουδαῖοι. Τοῦ γὰρ Χριστοῦ πρὸς αὐτοὺς εἰπόντος· Ὅταν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἡμεῖς ἠκούσαμεν, φησὶν, ἀπὸ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Ἄρα ᾔδεσαν ὅτι ὁ Χριστὸς ἀθάνατός τίς ἐστι, καὶ ζωὴν ἔχει πέρας οὐκ ἔχουσαν. Οὐκοῦν κἀκεῖνοι ᾔδεσαν ὅπερ ἔλεγε. Καὶ γὰρ πολλαχοῦ τῶν Γραφῶν ὁμοῦ καὶ τὸ πάθος καὶ ἡ ἀνάστασις κεῖται. Καὶ γὰρ Ἡσαΐας ἅμα ταῦτα τίθησιν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, λέγων, καὶ τὰ ἑξῆς ἅπαντα. Καὶ ὁ ∆αυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ, καὶ ἀλλαχοῦ πολλαχοῦ συνάπτει ταῦτα ἀμφότερα. Καὶ ὁ πατριάρχης δὲ εἰπὼν, Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, ἐπήγαγε· Καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Ὁμοῦ καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐνδείκνυται. Ἀλλ' οὗτοι νομίζοντες ἐπιστομίζειν αὐτὸν καὶ δεικνύναι οὐκ ὄντα Χριστὸν ἐκ τούτου, ὁμολογοῦσιν ὅτι ὁ Χριστὸς εἰς τὸν αἰῶνα μένει. Καὶ ὅρα πῶς κακούργως. Οὐ γὰρ εἶπον, ὅτι Ἡμεῖς ἠκούσαμεν ὅτι ὁ Χριστὸς οὐδὲν πάσχει, οὐδὲ σταυροῦται, ἀλλ', Ὅτι μένει εἰς τὸν αἰῶνα· καίτοι οὐδὲ τοῦτο τὸ εἰρημένον ἐναντίον ἦν. Τῇ γὰρ ἀθανασίᾳ τὸ πάθος οὐκ ἐγένετο κώλυμα. Ἐντεῦθεν ἔστιν ἰδεῖν, 59.374 ὅτι πολλὰ τῶν ἀμφιβόλων συνίεσαν, καὶ ἑκόντες ἐκακούργουν. Ἐπειδὴ γὰρ ἔφθη περὶ θανάτου διαλεχθεὶς ἀνωτέρω, ἀκούσαντες τὸ ὑψωθῆναι ἐνταῦθα, τοῦτο ὑπώπτευσαν. Εἶτα λέγουσι· Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Καὶ τοῦτο κακούργως. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι περὶ σοῦ τοῦτο λέγομεν, καὶ εἴπῃς ὅτι δι' ἀπέχθειαν ἐναντιούμεθα. Ἰδοὺ γὰρ οὐκ οἴδαμεν περὶ τίνος λέγεις, καὶ ὅμως ἀποφαινόμεθα. Τί οὖν ὁ Χριστός; Ἐπιστομίζων αὐτοὺς, καὶ δεικνὺς, ὅτι τὸ πάθος οὐδὲν κώλυμα πρὸς τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, Ἔτι, φησὶ, μικρὸν χρόνον τὸ φῶς μεθ' ὑμῶν ἐστι· δηλῶν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι. Καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν οὐκ ἀναιρεῖται, ἀλλὰ μικρὸν ὑποχωρῆσαν πάλιν φαίνεται. Περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε. Ποῖον ἐνταῦθα λέγει καιρόν; ἆρα τὴν παροῦσαν ζωὴν ἅπασαν, ἢ τὸν πρὸ τοῦ σταυροῦ χρόνον; Ἔγωγε οἶμαι ἀμφοτέρους. ∆ιὰ γὰρ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν πολλοὶ καὶ μετὰ τὸν σταυρὸν ἐπίστευσαν. Λέγει δὲ ταῦτα κατεπείγων αὐτοὺς εἰς τὴν πίστιν, ὅπερ καὶ ἀνωτέρω πεποίηκεν, οὕτω λέγων, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι. Ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει. Πόσα γοῦν οἱ Ἰουδαῖοι νῦν πράττουσιν, καὶ οὐκ ἴσασι τί πράττουσιν! ἀλλ' ὡς ἐν σκότῳ, οὕτω βαδίζοντες, δοκοῦσι μὲν τὴν ὀρθὴν ὁδεύειν ὁδὸν, τὴν δὲ ἐναντίαν βαδίζουσι, σάββατα τηροῦντες, καὶ νόμον φυλάττοντες, καὶ βρωμάτων παρατηρήσεις· καὶ οὐκ ἴσασι ποῦ περιπατοῦσι. ∆ιὰ τοῦτο ἔλεγε· Περιπατεῖτε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε· τουτέστιν, ἐμοὶ υἱοί. Καίτοι ἐν προ 59.375 οιμίοις φησὶν ὁ εὐαγγελιστὴς, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, τουτέστι, τοῦ Πατρός· ἐνταῦθα δὲ αὐτὸς λέγεται τούτους γεννᾷν, ἵνα μάθῃς, ὅτι μία ἐνέργεια Πατρὸς καὶ Υἱοῦ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἀπ' αὐτῶν, ἐκρύβη. Νῦν τί κρύπτεται; Οὐδὲ γὰρ λίθους ἦραν κατ' αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον οἶον