283
ἔμπροσθεν. Τίνος οὖν ἕνεκεν ἐκρύβη; Τὰς καρδίας ἐμβατεύων ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· ᾔδει ζέοντα καὶ φονῶντα, καὶ οὐ περιέμενεν ὥστε εἰς ἔργον ἐξελθεῖν, ἀλλὰ κρύπτεται, παραμυθούμενος αὐτῶν τὸν φθόνον. Ὅρα γοῦν πῶς αὐτὸν ᾐνίξατο ὁ εὐαγγελιστής. Εὐθέως γοῦν ἐπήγαγε· Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτόν. Ποῖα τοσαῦτα; Ὅσα παρέλιπεν ὁ εὐαγγελιστής. Καὶ ἐκ τῶν μετὰ ταῦτα δὲ τοῦτο δῆλον. Καὶ γὰρ ὑποχωρήσας καὶ ἐνδοὺς, καὶ ἐπανελθὼν πάλιν ὑφειμένως αὐτοῖς διαλέγεται, οὕτω λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Ὅρα γὰρ τί ποιεῖ· Ἄρχεται ἀπὸ ταπεινῶν καὶ συνεσταλμένων, καὶ καταφεύγει εἰς τὸν Πατέρα· εἶτα πάλιν ἀνάγει τὸν λόγον. Καὶ ὅταν ἴδῃ ἐκθηριουμένους, ὑποχωρεῖ, καὶ πάλιν ἐφίσταται, καὶ ἀπὸ ταπεινῶν προοιμιάζεται πάλιν. Καὶ ποῦ τοῦτο ἐποίησε; Ποῦ γὰρ οὐκ ἐποίησεν; Ὅρα γοῦν ἐν ἀρχῇ τί φησι· Καθὼς ἀκούω, κρίνω· εἶτα ὑψηλότερον, Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· πάλιν, Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἄλλος ἐστὶν ὁ κρίνων. Εἶτα ἀναχωρεῖ πάλιν· εἶτα ἐπιστὰς τῇ Γαλιλαία, Ἐργάζεσθε, φησὶ, μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην. Καὶ εἰπὼν περὶ αὐτοῦ μεγάλα, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ὅτι ζωὴν αἰώνιον δίδωσι, πάλιν ἀναχωρεῖ. Καὶ τῇ Σκηνοπηγίᾳ πάλιν ἐπιστὰς, τὸ αὐτὸ τοῦτο ποιεῖ. βʹ. Καὶ διηνεκῶς ἴδοι τις ἂν οὕτω ποικίλλοντα τὴν διδασκαλίαν, παρουσίᾳ, ἀπουσίᾳ, ταπεινοῖς, ὑψηλοῖς λόγοις. Ὃ καὶ ἐνταῦθα πεποίηκε. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Καὶ πάλιν, Οὐκ ἠδύναντο, φησὶ, πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ἰδοὺ πάλιν τὸ, Ὅτι, καὶ Εἶπεν, οὐχὶ αἰτιολογίας, ἀλλ' ἐκβάσεως. Οὐδὲ γὰρ ἐπειδὴ εἶπεν Ἡσαΐας, οὐκ ἐπίστευον· ἀλλ' ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας. Τί οὖν οὐχ οὕτως ὁ εὐαγγελιστὴς λέγει, ἀλλὰ τὴν ἀπιστίαν ἀπὸ τῆς προφητείας, οὐ τὴν προφητείαν ἀπὸ τῆς ἀπιστίας εἶναί φησι· καὶ προϊὼν, σφοδρότερον τοῦτο αὐτὸ τίθησιν, οὕτω λέγων· ∆ιὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας; Ἐντεῦθεν παραστῆσαι διὰ πολλῶν βούλεται τὸ τῆς Γραφῆς ἀψευδές· καὶ ὅτι ἅπερ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ' ὡς εἶπεν. Ἵνα γὰρ μή τις λέγῃ. Καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Ἦλθε δὲ, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἃ γὰρ προεῖπεν ὁ προφήτης, ὡς πάντως ἐσόμενα προεῖπεν. Εἰ γὰρ μὴ πάντως ἔμελλεν ἔσεσθαι, οὐκ ἂν προεῖπε· πάντως δὲ ἔμελλεν ἔσεσθαι, ἐπειδὴ ἀνιάτως εἶχον ἐκεῖνοι. Εἰ δὲ κεῖται τὸ, Οὐκ ἠδύναντο, ἀντὶ τοῦ, Οὐκ ἤθε 59.376 λον, κεῖται. Καὶ μὴ θαυμάσῃς. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οὕτως οἶδε πολλαχοῦ δύναμιν τὴν προαίρεσιν λέγειν. Καὶ πάλιν· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ. Τοῦτο δὲ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ φυλαττόμενον ἴδοι τις ἄν· ὡς ὅταν λέγῃ τις· Οὐ δύναμαι ἀγαπῆσαι τὸν δεῖνα· τὸ σφοδρὸν τῆς βουλήσεως, δύναμιν λέγων. Καὶ πάλιν· Οὐ δύναται ὁ δεῖνα γενέσθαι χρηστός. Καὶ ὁ προφήτης δὲ τί φησιν; Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος δυνήσεται εὖ ποιῆσαι μεμαθηκὼς κακά. Οὐ τοῦτό φησιν, ὅτι ἀδύνατος αὐτοῖς ἡ τῆς ἀρετῆς ἐργασία· ἀλλ' ὅτι οὐ βούλονται, διὰ τοῦτο οὐ δύνανται. Καὶ ὃ λέγει ὁ εὐαγγελιστὴς, τοῦτό φησιν, ὅτι ἀδύνατον ἦν ψεύσασθαι τὸν προφήτην. Οὐ μὴν διὰ τοῦτο ἀδύνατον ἦν αὐτοὺς πιστεῦσαι. Ἐνῆν γὰρ, καὶ πιστευσάντων αὐτῶν, ἀψευδῆ μένειν. Οὐ γὰρ ἂν ταῦτα προεῖπεν, εἰ πιστεύειν ἔμελλον. Τί οὖν, φησὶν, οὐχ οὕτως εἶπεν, Ὅτι ἰδιώματά τινα ἡ Γραφὴ τοιαῦτα ἔχει, καὶ δεῖ τοῖς νόμοις αὐτῆς παραχωρεῖν. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Τίνος; Τοῦ Πατρός. Πῶς οὖν ὁ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Πνεύματος; Οὐχ ὡς