286
ἔλεγον, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὕτως εἶπε· δεικνὺς, ὅτι οὐ τότε δυνήσονται ταῦτα λέγειν, ἀλλὰ, Τὰ ῥήματα, ἃ ἐλάλησα νῦν, ἐν τάξει στήσεται κατηγόρου, ἐλέγχοντα αὐτοὺς καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν. Καὶ ὁ λόγος ὃν ἐλάλησα. Ποῖος λό 59.379 γος; Ὅτι ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ὅτι ὁ πέμψας με Πατὴρ, ἐκεῖνός μοι ἔδωκεν ἐντολὴν, τί εἴπω καὶ τί λαλήσω· καὶ ὅσα τοιαῦτα ἕτερα. Ἄρα ταῦτα δι' αὐτοὺς οὕτως ἐλέγετο, ἵνα μηδεμίαν ἔχωσιν ἀπολογίας πρόφασιν. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τι Ἡσαΐου πλέον ἕξει; Καὶ γὰρ ἐκεῖνος τὸ αὐτὸ τοῦτό φησι· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Τί δὲ Ἱερεμίου; καὶ γὰρ ἐκεῖνος ὅτε ἐπέμπετο ἐνεπνεῖτο. Τί δὲ Ἰεζεκιήλ; καὶ γὰρ καὶ οὗτος τὴν κεφαλίδα καταφαγὼν, οὕτως ἐφθέγγετο. Ἄλλως δὲ, εὑρεθήσονται οἱ μέλλοντες ἀκούειν ὅπερ ἔλεγεν, αἴτιοι τῆς γνώσεως ὄντες αὐτῷ. Εἰ γὰρ ὅτε ἐπέμπετο, ἐντολὴν τότε ἔλαβε, τί εἴπῃ, λοιπὸν ἐρεῖς, ὅτι καὶ πρὶν ἢ πεμφθῆναι οὐκ ᾔδει. Καὶ τί τούτων ἀσεβέστερον τῶν ῥημάτων, εἰ οὕτως αὐτά τις δέχοιτο, καὶ μὴ καταμανθάνοι τῆς ταπεινότητος αὐτῶν τὴν αἰτίαν; Ἀλλ' ὁ μὲν Παῦλός φησι καὶ αὐτὸς εἰδέναι καὶ τοὺς μαθητευομένους, Τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ὁ δὲ Υἱὸς οὐκ ἠπίστατο ἕως ἐντολὴν ἔλαβε; καὶ πῶς ἂν ἔχοι λόγον τοῦτο; Ὁρᾷς ὅτι διὰ τοῦτο εἰς ὑπερβολὴν ταπεινότητος τὰ λεγόμενα ἄγει, ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα ἐπιστομίσῃ; ∆ιὰ γοῦν τοῦτο ἀνθρώπινα φθέγγεται ῥήματα, ἵνα κἂν οὕτως ἀναγκάσῃ φυγεῖν τὸ εὐτελὲς τῶν λεχθέντων, συνειδότας ὅτι οὐ τῆς φύσεώς ἐστι τὰ λεγόμενα, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ, καθὼς ἐνετείλατό μοι ὁ Πατήρ μου, οὕτω λαλῶ. Ὁρᾷς τὸ ταπεινὸν τῶν εἰρημένων; Ὁ γὰρ ἐντολὴν λαβὼν, οὐκ ἔστιν ἑαυτοῦ κύριος. Καίτοι γε αὐτός φησιν· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἶτα ἐγεῖραι μὲν οὓς θέλει ἐξουσίαν ἔχει, εἰπεῖν δὲ ὃ βούλεται οὐκ ἔχει; Ὃ οὖν θέλει εἰπεῖν διὰ τοῦ εἰρημένου, τοῦτό ἐστιν· ὅτι οὐκ ἔχει φύσιν τὸ πρᾶγμα ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Πρὸς ἐκείνους τοὺς πλάνον αὐτὸν λέγοντας, καὶ ἐπὶ λύμῃ παραγεγονέναι, τοῦτο εἶπεν. Ὅταν δὲ λέγῃ, Ἐγὼ οὐ κρίνω, μὴ εἶναι τῆς ἀπωλείας τῶν τοιούτων ἑαυτὸν δείκνυσιν αἴτιον. ∆ιὰ γὰρ τούτων μονονουχὶ διαμαρτύρεται, μέλλων ἀφίστασθαι αὐτῶν καὶ μηκέτι συγγίνεσθαι, ὅτι Οὐδὲν ἐγὼ ὡς ἴδιον φθεγγόμενος διελέχθην ὑμῖν, ἀλλὰ πάντα ὡς παρὰ τοῦ Πατρός. Καὶ διὰ τοῦτο εἰς τὰ ταπεινὰ τὸν λόγον πρὸς αὐτοὺς κατέκλεισεν, ἵνα εἴπῃ, ὅτι Ἕως τέλους ταύτην πρὸς αὐτοὺς ὑστέραν ἀφῆκα φωνήν. Ποίαν δὴ ταύτην; Καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ. Εἰ δὲ ἀντίθεος ἤμην, τοὐναντίον ἂν εἶπον· ὅτι οὐδὲν τῶν τῷ Θεῷ δοκούντων λέγω, ὥστε εἰς ἐμαυτὸν περιστῆσαι τὴν δόξαν. Νυνὶ δὲ τοσοῦτον εἰς αὐτὸν πάντα ἀνήγαγον, ὡς μηδὲν ἐμὸν φῆσαι. Τίνος οὖν ἕνεκεν οὐ πιστεύετέ μοι λέγοντι, ὅτι ἐντολὴν ἔλαβον, καὶ οὕτω σφοδρῶς ἀναιροῦντι τὴν πονηρὰν ὑμῶν ὑπόνοιαν τὴν τῆς ἀντιστάσεως; Ὥσπερ γὰρ τοὺς ἐντολὴν δεχομένους ἀδύνατον ἄλλο τι ποιεῖν ἢ λέγειν, ἢ ὅσα οἱ πέμψαντες βούλονται, ἕως ἂν ἐντολὴν πληρῶσι καὶ μὴ παραχαράττωσιν· οὕτως οὐδὲ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ' ἢ ἅπερ ὁ Πατὴρ βούλεται. Ἃ γὰρ ἐγὼ ποιῶ, ἐκεῖνος ποιεῖ, ὅτι μετ' ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Ὁρᾷς πῶς πανταχοῦ δείκνυσι συνημμένον τῷ γεγεννηκότι, καὶ οὐδὲν 59.380 μέσον ὄν; Καὶ γὰρ ὅταν λέγῃ, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, οὐ τὴν ἐξουσίαν ἀφαιρούμενος λέγει, ἀλλὰ τὸ ἀλλότριον καὶ ἐναντίον ἀναιρῶν. Εἰ γὰρ ἄνθρωποι κύριοι ἑαυτῶν, πολλῷ μᾶλλον ὁ μονογενὴς Υἱός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἐκένωσεν ἑαυτὸν, καὶ παρέδωκεν ὑπὲρ ἡμῶν. Ἀλλ' ὅπερ ἔφην, δεινὸν ἡ κενοδοξία, δεινόν. Αὕτη γὰρ καὶ ἐκείνους μὴ πιστεύειν, καὶ ἑτέρους κακῶς πιστεύειν παρεσκεύασε, καὶ ἃ δι' ἐκείνους ἐλέγετο φιλανθρωπίας ἕνεκεν, ταῦτα εἰς ἀσέβειαν ἐκλαβεῖν. γʹ.