289
φησιν, Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ πάλιν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ ὅτι, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐδὲν ἐλαττοῦσθαι ἔμελλεν ἀπὸ τούτου, ἀπὸ Θεοῦ ἐξελθὼν, καὶ πρὸς τὸν Θεὸν ὑπάγων, καὶ πάντα ἔχων. Ὅταν δὲ ἀκούσῃς παράδοσιν, μηδὲν ἀνθρώπινον ὑπολάβῃς· τὴν γὰρ εἰς τὸν Πατέρα ἐνδείκνυται τιμὴν καὶ ὁμόνοιαν. Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτω καὶ αὐτὸς τῷ Πατρί. Καὶ δηλοῖ Παῦλος λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἀνθρωπινώτερον δὲ αὐτὸ ἐνταῦθα εἶπε, τὴν πολλὴν περὶ αὐτοὺς ἐπιμέλειαν δεικνύμενος, καὶ τὴν ἄφατον περὶ αὐτοὺς ἐμφαίνων ἀγάπην, ὅτι ὡς οἰκείων ἐπεμελεῖτο λοιπὸν, διδάσκων αὐτοὺς τὴν μη 59.383 τέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην, ἣν καὶ ἀρχὴν καὶ τέλος ἔφησεν εἶναι τῆς ἀρετῆς. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει· ἀλλ' ἵνα μάθωμεν ὅτι ἄξια ἐποίει τοῦ ἐκεῖθεν ἐλθόντος καὶ ἐκεῖ ἀπιόντος, ἅπαντα καταπατῶν τῦφον. Καὶ ἀναστὰς ἀπὸ τοῦ δείπνου, καὶ θεὶς τὰ ἱμάτια. βʹ. Ὅρα πῶς οὐ τῷ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν ἐνδείκνυται. Οὐ γὰρ πρὶν ἢ κατακλιθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη. Ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ λέντιον διεζώσατο. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισε, καὶ οὐχ ἑτέρῳ πληρῶσαι ἐκέλευσεν, ἀλλὰ πάντα αὐτὸς ἐργάζεται ταῦτα, διὰ πάντων δεικνὺς ὅτι οὐκ ἀφοσιουμένους δεῖ ποιεῖν τὰ τοιαῦτα, ὅταν εὖ ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Ἐμοὶ δὲ δοκεῖ τοῦ προδότου πρώτου νίψαι τοὺς πόδας, ἐκ τοῦ εἰπεῖν, Ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐπαγαγεῖν, Ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Σύ μου νίπτεις τοὺς πόδας; Ταῖς χερσὶ ταύταις, φησὶν, αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθηρας, καὶ νεκροὺς ἀνέστησας; Πολλὴν γὰρ ἔμφασιν καὶ τοῦτο ἔχει· διόπερ οὐδὲ ἐδέησεν αὐτῷ τι πλέον εἰπεῖν, ἢ τὸ Σύ. Καὶ γὰρ καθ' ἑαυτὸ ἱκανὸν ἦν τὸ πᾶν ἐνδείξασθαι. Ζητήσειε δ' ἄν τις εἰκότως, πῶς οὐδεὶς αὐτὸν τῶν ἄλλων ἐκώλυσεν, ἀλλὰ Πέτρος μόνος, ὅπερ οὐ μικροῦ φίλτρου καὶ αἰδοῦς ἦν. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἐμοὶ δοκεῖ πρότερον τὸν προδότην νίψαι, εἶτα πρὸς τὸν Πέτρον ἐλθεῖν, καὶ τοὺς ἄλλους ἀπ' ἐκείνου παιδευθῆναι λοιπόν. Ὅτι μὲν οὖν ἄλλον τινὰ πρὸ αὐτοῦ ἔνιψε, δῆλον ἐκ τοῦ εἰπεῖν. Ὅτε δὲ ἦλθε πρὸς Πέτρον. Ἀλλ' οὐκ ἔστι σφοδρὸς κατήγορος ὁ εὐαγγελιστής· τὸ γὰρ, Ἤρξατο, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ δὲ καὶ ὁ Πέτρος πρῶτος ἦν, ἀλλ' εἰκὸς τὸν προδότην ἰταμὸν ὄντα, καὶ πρὸ τοῦ κορυφαίου κατακλιθῆναι. Καὶ γὰρ καὶ ἑτέρωθεν τὸ ἰταμὸν αὐτοῦ δείκνυται, ὅταν βάπτῃ μετὰ τοῦ ∆ιδασκάλου, καὶ ὅταν ἐλεγχόμενος μὴ κατανύσσηται. Ἀλλ' ὁ μὲν Πέτρος ἅπαξ ἐπιτιμηθεὶς ἐν τοῖς ἔμπροσθεν, καὶ ταῦτα ἀπὸ φιλοστοργίας τὰ ῥήματα εἰπὼν, οὕτω συνεστάλη, ὡς καὶ ἀγωνιῶν καὶ τρέμων ἑτέρου δεηθῆναι πρὸς τὴν ἐρώτησιν· οὗτος δὲ συνεχῶς ἐλεγχόμενος οὐκ ᾐσθάνετο. Ὅτε γοῦν ἦλθε πρὸς τὸν Πέτρον, Λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Λέγει αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα· τουτέστι, τὸ κέρδος ὅσον τὸ ἐκ τούτου, τὴν ὠφέλειαν τῆς διδασκαλίας, καὶ πῶς ἱκανὸν εἰς πᾶσαν ἀγαγεῖν ταπεινοφροσύνην ἡμᾶς. Τί οὖν ὁ Πέτρος; Ἔτι κωλύει, καὶ λέγει· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Τί ποιεῖς, ὦ Πέτρε; οὐ μέμνησαι τῶν προτέρων ῥημάτων; οὐκ εἶπας, Ἵλεώς σοι, καὶ ἤκουσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ· καὶ οὐδὲ οὕτω σωφρονίζῃ, ἀλλ' ἔτι σφοδρὸς εἶ; Ναὶ, φησί· πολὺ γὰρ τὸ γινόμενον καὶ ἐκπλήξεως γέμον. Ἐπεὶ οὖν ἀπὸ πολλῆς ἀγάπης τοῦτο ἔπραττεν ἐκεῖνος, ἀπὸ τῆς αὐτῆς αὐτὸν χειροῦται πάλιν καὶ ὁ Χριστὸς, ὥσπερ οὖν καὶ ἐκεῖ σφοδρῶς ἐπιτιμήσας καὶ εἰπὼν, Σκάνδαλόν μοι εἶ· οὕτω καὶ ἐνταῦθα λέγων, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Τί οὖν ὁ θερμὸς καὶ διακαής; Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Καὶ ἐν τῇ παραιτήσει σφοδρὸς, καὶ ἐν τῇ συγχωρήσει σφοδρότερος γίνεται· ἑκάτερα δὲ ἐξ ἀγάπης. ∆ιατί γὰρ οὐκ εἶπε, τίνος