290
ἕνεκεν ἐποίει τοῦτο· 59.384 ἀλλ' ἀπειλὴν ἐνέθεικεν; Ὅτι ἐκεῖνος μὲν οὐκ ἂν ἐπείσθη. Εἰ γὰρ εἶπεν, Ἔασον, διὰ γὰρ τούτου πείθω ὑμᾶς ταπεινοφρονεῖν, ὑπέσχετο ἂν μυριάκις τοῦτο, ὑπὲρ τοῦ μὴ τὸν ∆εσπότην τοῦτο ποιῆσαι. Νῦν δὲ τί φησιν; Ὃ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τὸ διασχισθῆναι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ συνεχῶς ἐρωτῶν, Ποῦ ὑπάγεις; ∆ιόπερ καὶ ἔλεγεν, ὅτι Καὶ τὴν ψυχὴν, φησὶ, δώσω ὑπὲρ σοῦ. Εἰ γὰρ ἀκούσας, ὅτι Οὐκ οἶδας ὃ ποιῶ ἐγὼ, γνώσῃ δὲ μετὰ ταῦτα, οὐδὲ οὕτως ἀπέστη, πολλῷ μᾶλλον, εἰ ἔμαθε. ∆ιὰ γὰρ τοῦτο εἶπε, Γνώσῃ δὲ μετὰ ταῦτα, εἰδὼς, ὅτι ἐὰν νῦν μάθῃ, ἀντικείσεται ἔτι. Καὶ οὐκ εἶπε, ∆ίδαξον οὖν με, ἵνα ἀφῶ· ἀλλ' ὃ πολλῷ σφοδρότερον ἦν, οὐδὲ μαθεῖν ἠνέσχετο, ἀλλ' ἐνίσταται πάλιν, λέγων· Οὐ μὴ νίψῃς μου τοὺς πόδας. Ἐπειδὴ δὲ ἠπείλησεν, εὐθέως ἐχάλασε τὸν τόνον. Τί δέ ἐστι, Γνώσῃ μετὰ ταῦτα; Μετὰ ταῦτα, πότε; Ὅταν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλῃς, φησίν· ὅταν ἴδῃς εἰς τοὺς οὐρανοὺς ἀναλαμβανόμενον· ὅταν παρὰ τοῦ Πνεύματος μάθῃς, ὅτι ἐκ δεξιῶν κάθημαι, τότε εἴσῃ τὸ νῦν γινόμενον. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ εἶπεν ὁ Πέτρος, Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν, Ὁ λελουμένος, φησὶν, οὐ χρείαν ἔχει εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον, ἀλλ' ἔστι καθαρὸς ὅλος. Καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. Ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν. Καὶ εἰ καθαροί εἰσι, τίνος ἕνεκεν νίπτεις τοὺς πόδας; Ὥστε ἡμᾶς μετριάζειν μαθεῖν. ∆ιὰ τοῦτο οὐκ ἐφ' ἕτερον μέρος ἦλθεν, ἀλλ' ὃ τῶν ἄλλων ἀτιμότερον εἶναι δοκεῖ. Τί δέ ἐστιν, Ὁ λελουμένος; Ἀντὶ τοῦ, Ὁ καθαρός. Ἆρ' οὖν αὐτοὶκαθαροὶ ἦσαν; οἵ γε οὐδέπω τῶν ἁμαρτημάτων ἦσαν ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, ἅτε τῆς ἁμαρτίας ἔτι κρατούσης, τῆς κατάρας τοῦ χειρογράφου μένοντος, τοῦ ἱερείου οὐδέπω προσενεχθέντος; πῶς οὖν αὐτοὺς καθαροὺς εἶναι λέγει; Ἀλλ' ἵνα μὴ διὰ ταῦτα νομίσῃς αὐτοὺς καθαροὺς ὡς ἁμαρτημάτων ἀπηλλαγμένους, ἐπήγαγεν· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν ἐλάλησα ὑμῖν· τουτέστι, Ταύτῃ τέως ἐστὲ καθαροί. Ἤδη τὸ φῶς ἐδέξασθε, ἤδη τῆς πλάνης ἀπηλλάγητε τῆς Ἰουδαϊκῆς. Καὶ γὰρ ὁ προφήτης φησί· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστι. Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς ἐκεῖνοι, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι κατὰ τὸν προφητικὸν λόγον, Ὁ λελουμένος ἤδη καθαρός ἐστι. Καὶ γὰρ ἐκεῖ λουτρὸν οὐ τὸ δι' ὕδατος λέγει τὸ Ἰουδαϊκὸν, ἀλλὰ τὸν τῆς συνειδήσεως καθαρμόν. γʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς καθαροί· μάθωμεν καλὸν ποιεῖν. Τί δέ ἐστι τὸ καλόν; Κρίνετε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Πολὺς οὗτος ὁ λόγος ἐν ταῖς Γραφαῖς τῶν χηρῶν καὶ τῶν ὀρφανῶν· ἀλλ' ἡμῖν οὐδεὶς τούτου λόγος. Καίτοι γε ἐννόησον ἡλίκον τὸ ἔπαθλον. Ἐὰν ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ γὰρ ἀπροστάτευτον ἡ χήρα· διὰ τοῦτο πολλὴν ὑπὲρ αὐτῆς ποιεῖ 59.385 ται σπουδήν. Καὶ γὰρ παρὸν δευτέροις ὁμιλῆσαι γάμοις, διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ ἀπὸ τῆς χηρείας ὑπομένουσι δεινά. Ὀρέγωμεν τοίνυν αὐταῖς χεῖρα ἅπαντες καὶ ἄνδρες καὶ γυναῖκες, ἵνα μή ποτε ὑποστῶμεν τὰ τῆς χηρείας δεινά. Κἂν ὑποστῶμεν, πολλὴν ἀποθώμεθα φιλανθρωπίας ἡμῖν ἀφορμήν. Οὐ μικρὰ δύναμις τῶν δακρύων τῆς χήρας ἐστὶν, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν διανοῖξαι δύναται. Μὴ τοίνυν αὐταῖς ἐπεμβαίνωμεν, μηδὲ χείρονα ποιῶμεν τὴν 59.386 συμφορὰν, ἀλλὰ παντὶ τρόπῳ βοηθῶμεν. Ἂν οὕτω ποιῶμεν, πολλὴν ἑαυτοῖς περιβαλοῦμεν ἀσφάλειαν, καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα αἰῶνα. Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ ἡμῶν προστήσονται, τὰ πλείονα τῶν ἁμαρτημάτων ἡμῶν διὰ τῆς εἰς αὐτὰς εὐεργεσίας ὑποτεμνόμεναι, καὶ μετὰ παῤῥησίας ποιοῦσαι παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.